Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.848
Not analysed yet
εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ οὐδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.» Καὶ τῆσδε τῆς προφητείας ὁρῶμεν τὸ τέλος. Πλεῖστοι γὰρ οὐδὲ τὴν ἀποστολικὴν ὑφορώμενοι πρόῤῥησιν, ἄντικρυς καὶ τήνδε τὴν παρανομίαν τολμῶσιν. Εἶτα ἐκ παλαιοτέρων διηγημάτων τοῖς ἀθυμοῦσι διὰ ταῦτα προσφέρει παραψυχήν. ηʹ. «Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.» Εἴωθε, φησὶ, παραφύεσθαι τῷ σίτῳ ζιζάνια· ἀεὶ τοὺς ἀντιπάλους ἔσχον τῆς ἀληθείας οἱ κήρυκες. Τί Μωσέως ἐν εὐσεβείᾳ περιφανέστερον; ἀλλ' ὅμως ἔσχε κἀκεῖνος γόητας ἄνδρας ἄντικρυς παραταττομένους πρὸς τὴν ἀλήθειαν. Τὰ μέντοι τούτων ὀνόματα, οὐκ ἐκ τῆς θείας Γραφῆς μεμάθηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλ' ἐκ τῆς ἀγράφου τῶν Ἰουδαίων διδασκαλίας. Εἰκὸς δὲ ἦν αὐτῷ καὶ τὴν χάριν ἀποκαλύψαι τοῦ Πνεύματος. θʹ. «Ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.» Οὐ γὰρ οἷόν τε λαθεῖν ἐπὶ πολὺ τὴν ὑπόκρισιν. Οὐκ ἐναντίον δὲ τοῦτο τοῖς πρόσθεν εἰρημένοις. Ἐκεῖ μὲν γὰρ περὶ αὐτῶν ἔφη, ὅτι «Ἐπὶ πλεῖον προκόψουσιν ἀσεβείας·» ἐνταῦθα δὲ περὶ τῆς ὑπ' αὐτῶν τολμωμένης ἀπάτης τὸ, οὐ προκόψουσιν, εἴρηκεν, ἀντὶ τοῦ, Οὐ λήσουσι μέχρι πολλοῦ σχηματιζόμενοι τὴν εὐσέβειαν, ἀλλ' ὅτι τάχιστα γυμνωθήσονται. Οὕτω ταῦτα προθεσπίσας, ἀρχέτυπον ἑαυτὸν προτίθησι τῷ μαθητῇ. ιʹ. «Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ.» Τουτέστι, τῇ διὰ τοῦ κηρύγματος ἀληθείᾳ. «Τῇ ἀγωγῇ.» Τῇ διὰ τῶν ἔργων πολιτείᾳ. «Τῇ προθέσει.» Μεμάθηκάς μου καὶ τὸν σκοπὸν ἀκριβῶς. «Τῇ πίστει.» Ὁποίαν ἔχω περὶ τὸν Δεσπότην διάθεσιν. «Τῇ μακροθυμίᾳ.» Ὅπως φέρω τὰ τῶν ἀδελφῶν πλημμελήματα. «Τῇ ἀγάπῃ.» Ὅπως φιλοστόργως περὶ πάντας διάκειμαι. «Τῇ ὑπομονῇ·» πῶς φέρω γενναίως τῶν ἐναντίων τὰς προσβολάς. ιαʹ. «Τοῖς διωγμοῖς, τοῖς παθήμασιν.» Εἶτα αὐτὸν ἐνίων ἀναμιμνήσκει. «Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος.» Τοὺς ἄλλους καταλιπὼν τῶν ἐν τῇ Πισιδίᾳ καὶ τῇ Λυκαονίᾳ συμβεβηκότων αὐτῷ κινδύνων ἀνέμνησε. Λυκάων γὰρ ἦν καὶ αὐτὸς πρὸς ὃν ἔγραφε, καὶ ταῦτα τῶν ἄλλων ἦν αὐτῷ γνωριμώτερα. Ἔδειξε δὲ καὶ τὴν θείαν ἐπικουρίαν, παραθαῤῥύνων τὸν μαθητήν. Εἶτα λέγει καὶ οἱονεὶ ὁρίζεται τὰ συμπαρομαρτοῦντα τοῖς τῆς εὐσεβείας τροφίμοις. ιβʹ. «Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν