# Interpretatio in xiv epistulas sancti Pauli 82.849

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.849

Χριστῷ Ἰησοῦ διωχθήσονται.» Ὁ γὰρ κοινὸς δυσμενὴς, ἢ δι' ἀνθρώπων ἀνθρώποις, ἢ διὰ τῶν οἰκείων αὐτοῖς πολεμεῖ λογισμῶν. ιγʹ. «Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.» Συνεργεῖ γὰρ τοῖς οἰκείοις ὁ τῶν ἀνθρώπων ἀλάστωρ, καὶ οἷόν τις παιδοτρίβης αὐτοὺς πρὸς τὴν κακίαν ἀλείφει. ιδʹ. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης.» Βεβαίαν φύλαξον τὴν διδασκαλίαν, ἧς τὴν ἀλήθειαν τῇ πείρᾳ μεμάθηκας. Τοῦτο γὰρ εἶπεν, ἐπιστώθης. Καὶ γὰρ τῶν ἀποστολικῶν θαυμάτων αὐτόπτης ἐγένετο, καὶ αὐτὸς πολλὰ τοιαῦτα εἰργάσατο. Εἶτα δείκνυσι καὶ τοῦ διδασκάλου τὸ ἀξιόπιστον, μονιμωτέραν ταύτῃ τὴν διδασκαλίαν ποιῶν. «Εἰδὼς παρὰ τίνος ἔμαθες.» Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῆς ἐν εὐσεβείᾳ τροφῆς. ιεʹ. «Καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Καὶ ἐπειδὴ τοσαύτην τοῖς ἱεροῖς Γράμμασι προσεμαρτύρησε δύναμιν, καὶ τὴν ἐξ αὐτῶν βλαστάνουσαν ὠφέλειαν διδάσκει. ιϛʹ. «Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος.» Τῷ διορισμῷ χρησάμενος ἀπέκρινε τὰ τῆς ἀνθρωπίνης σοφίας συγγράμματα. Θεόπνευστον δὲ Γραφὴν τὴν πνευματικὴν ὠνόμασεν. Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων ἐφθέγξατο. Θεὸς τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἀληθῶς, κατὰ τὸν Ἀπόστολον, θεόπνευστος τοῦ Πνεύματος ἡ Γραφή. Διδάσκει δὲ καὶ τὰ εἴδη τῆς ὠφελείας. «Πρὸς διδασκαλίαν.» Ἃ γὰρ ἀγνοοῦμεν, ἐκεῖθεν μανθάνομεν. «Πρὸς ἔλεγχον.» Ἐλέγχει γὰρ ἡμῶν τὸν παράνομον βίον. «Πρὸς ἐπανόρθωσιν.» Παρακαλεῖ γὰρ καὶ τοὺς παρατραπέντας ἐπανελθεῖν εἰς τὴν εὐθεῖαν ὁδόν. «Πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ.» Ἐκπαιδεύει γὰρ ἡμᾶς τὰ εἴδη τῆς ἀρετῆς. ιζʹ. «Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» Ταῦτα δὲ ἅπαντα τὴν τελειότητα πραγματεύεται, καὶ προσοικειοῖ τῷ τῶν ὅλων Θεῷ. Οὕτω δείξας τὴν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς ὠφέλειαν, ταύτην ἅπασι προσφέρειν παρακελεύεται, καὶ τῇ διαμαρτυρίᾳ δεδίττεται. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ, βʹ. «Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκροὺς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον.» Δεδιὼς μὲν ὁ θεῖος Ἀπόστολος τὰς εὐθύνας, βαρύνει συνεχῶς τῇ μαρτυρίᾳ τὸν μαθητήν· ἀλλὰ καὶ ἐξ ἀγάπης τοῦτο ποιεῖ, λαμπρὸν αὐτὸν καὶ περίβλεπτον ἀποφῆναι βουλόμενος, καὶ προτρέπων μετὰ παῤῥησίας κηρύττειν. Νεκρῶν δὲ καὶ ζώντων κριτὴν τὸν Κύριον κέκληκεν, ἐπειδὴ καὶ τοὺς νεκροὺς ἀνίστησι, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
