# Interpretatio in xiv epistulas sancti Pauli 82.85

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.85

ἱλαστήριον, καὶ ἀρχιερεὺς, καὶ ἀμνὸς, καὶ ἐν τῷ οἰκείῳ αἵματι τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, πίστιν μόνην παρ' ἡμῶν ἀπαιτήσας. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. (κϛʹ.) Ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ. Καὶ τὴν ἀγαθότητα τὴν οἰκείαν ἔδειξεν ὁ Θεὸς, ἐπὶ πλεῖστον μακροθυμήσας τοῖς ἀνθρώποις παρανομοῦσι, καὶ τὴν δικαιοσύνην αὑτοῦ δήλην πεποίηκεν ἅπασιν. Ὅτι δὲ οὐ μάτην ἤνεγκε τοὺς ἀνθρώπους παρανομοῦντας, ἀλλὰ τοῦτο προκατασκευάζων αὐτοῖς τῆς σωτηρίας τὸ φάρμακον, λέγει· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ. Ἀμφότερα γὰρ εἰδέναι προσήκει, καὶ ὅτι δικαίως καὶ φιλανθρώπως ὁ τῶν ὅλων Θεὸς τὰ καθ' ἡμᾶς ᾠκονόμησε, καὶ ὅτι πᾶς τῷ Δεσπότῃ πιστεύων Χριστῷ τὴν ἐκ τῆς πίστεως δικαιοσύνην καρποῦται. Οὕτω συντόμως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει πάλιν ἐπὶ τὸν περὶ τοῦ νόμου λόγον, καὶ δείκνυσιν αὐτὸν παραχωροῦντα τῇ χάριτι. κζʹ. Ποῦ οὖν ἡ καύχησις; Κατ' ἐρώτησιν ἀναγνωστέον. Εἶτα ἡ ἀπόκρισις· Ἐξεκλείσθη. Οὐκ εἶπε, Κατελύθη, ἀλλ' Ἐξεκλείσθη, ἀντὶ τοῦ, Οὐκ ἔτι χώραν ἔχει. Καύχησιν δὲ καλεῖ τὸ ὑψηλὸν τῶν Ἰουδαίων φρόνημα. Ἐσεμνύνοντο γὰρ ὡς μόνοι τῆς θείας ἀπολαύοντες προμηθείας. Ἀλλὰ τῆς θείας χάριτος ἀναφανείσης, καὶ εἰς ἅπαντα χυθείσης τὰ ἔθνη, πέπαυται τῶν Ἰουδαίων τὸ αὔχημα. Σύντομον γὰρ ἀφορμὴν σωτηρίας τοῖς ἀνθρώποις τὴν πίστιν δέδωκεν ὁ Θεός. Τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς ἐδίδαξεν ὁ Ἀπόστολος· Διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. Οὐχ ἁπλῶς δὲ τὴν πίστιν προσηγόρευσε νόμον· ἀλλὰ τῆς Ἱερεμίου προφητείας ἀναμιμνήσκων. «Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Εἰ δὲ ὁ Μωσαϊκὸς νόμος Διαθήκη κέκληται, καὶ ἡ Καινὴ πάλιν ὁμοίως Διαθήκη ὠνόμασται· αὕτη δὲ πιστεύειν νομοθετεῖ τῷ Χριστῷ· προφητικῶς ὁ θεῖος Ἀπόστολος τὴν τοῦ νόμου προσηγορίαν τῇ πίστει συνέζευξεν. Εἶτα τὸν περὶ τῆς πίστεως ἐξυφαίνει λόγον. κηʹ. Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον, χωρὶς ἔργων νόμου. Νόμον ἐνταῦθα τὸν Μωσαϊκὸν λέγει· ἀλλ' ὅμως οὐκ εἶπε· Λογιζόμεθα πίστει δικαιοῦσθαι Ἰουδαῖον, ἀλλ' Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνομα. Ὅθεν συλλογιστικῶς ἐπήγαγεν· κθʹ. Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Ἔπειτα ὡς ἀναντίῤῥητον βεβαιοῖ τῇ ἀποφάσει. λʹ. Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Εἷς ἐστι, φησὶν, ὁ τῶν ἁπάντων Θεὸς, εἷς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
