Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.852
Not analysed yet
εἰς τὸ κριτήριον ἄγει, καὶ τοὺς κατὰ τὸν τῆς συντελείας καιρὸν εὑρισκομένους ἐνδύων τὴν ἀφθαρσίαν, ἀπαιτεῖ τὰς εὐθύνας. «Πάντες γὰρ, φησὶν, οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» —»Ἐπίστηθι εὐκαίρως, ἀκαίρως.» Οὐδὲν ἀκαίρως γιγνόμενον ἐπαινούμενον. Οὐ τοίνυν ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν κηρύττειν παρεγγυᾷ, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον εἰς τοῦτο νομίζειν. Τοῦτο γὰρ καὶ αὐτὸς διετέλει ποιῶν, καὶ ἐν δεσμωτηρίῳ. καὶ ἐν πλοίῳ, καὶ παρακειμένης τραπέζης. Καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπποις, τὰ ἐν Τρωάδι, τὰ ἐν τῇ θαλάττῃ. «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.» Τοῦτο καὶ οἱ σοφοὶ ποιοῦσι τῶν ἰατρῶν. Τὸ γὰρ κεκρυμμένον πάθος τέμνουσι πρῶτον, καὶ τοῖς αὐστηροτέροις χρῶνται φαρμάκοις, εἶθ' οὕτω τὰ ἤπια ἐπιπάττουσιν. Ἔοικε τοίνυν ὁ μὲν ἔλεγχος τῇ τομῇ· ἡ δὲ ἐπιτίμησις, τοῖς στίφουσι τῶν φαρμάκων· τοῖς ἠπίοις δὲ ἡ παράκλησις. Ἐπειδὴ δὲ συνέβαινέ τινας τὴν προσφερομένην θεραπείαν μὴ δέχεσθαι, ἀναγκαίως καὶ περὶ τούτων τὴν προσήκουσαν ποιεῖται διδασκαλίαν. γʹ, δʹ. «Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας. Ἐπισωρεύσουσιν ἑαυτοῖς διδασκάλους, κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐντραπήσονται.» Τὸ, κνηθόμενοι τὴν ἀκοὴν, ἀντὶ τοῦ, Τερπόμενοι, τέθεικεν· ἐπειδήπερ ἡδονήν τινα τῆς ἀκοῆς ἡ κνῆσις ἐργάζεται. Τοιαῦτα δὲ καὶ τὰ μυθώδη παιδεύματα, τέρψιν, οὐκ ὄνησιν ἔχοντα. εʹ. «Σὺ δὲ, νῆφε ἐν πᾶσι.» Ἐγρηγορότα ἔχε τὸν λογισμόν. «Κακοπάθησον.» Ἀσπάζου τοὺς πόνους τῆς ἀρετῆς. «Ἔργον ποίησον εὐαγγελιστοῦ.» Φέρε μεθ' ἡδονῆς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους. «Τὴν διακονίαν σου πληροφόρησον.» Εἴτε πείθονται, εἴτε καὶ μὴ, πρόσφερε τὴν διδασκαλίαν. Οὕτω γὰρ τὸ τῇ διακονίᾳ πρέπον ἔργον ἐπιτελέσεις. Εἶτα διδάσκει τίνος ἕνεκεν πολλὰς αὐτῷ καὶ περὶ πολλῶν παραινέσεις προσήνεγκεν. ϛʹ. «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.» Παρ' αὐτὸ ἕστηκα τῶν ἀγώνων τὸ τέλος. Σπονδὴν δὲ αὐτοῦ τὴν σφαγὴν προσηγόρευσεν, ὡς ὑπὲρ εὐσεβείας ἐκχεομένου τοῦ αἵματος. ζʹ. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι.» Πρὸς γὰρ ἅπαν τοῦ διαβόλου τὸ στίφος παραταξάμενος, τὸ τρόπαιον ἔστησα. «Τὸν δρόμον τετέλεκα.» Τῆς γὰρ γῆς καὶ τῆς θαλάττης τὸ πλεῖστον περιδραμὼν, τοὺς τῷ σκότει τῆς ἀγνωσίας κατεχομένους ἐφώτισα. «Τὴν πίστιν τετήρηκα.» Οὐδεὶς γὰρ ταύτην ἐσύλησεν, οὐ δῆμος, οὐ δημαγωγὸς, οὐ βασιλεὺς, οὐ τύραννος, οὐκ αὐτὸς ὁ διάβολος. Δείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. ηʹ. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης