# Interpretatio in xiv epistulas sancti Pauli 82.853

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.853

στέφανος.» Δικαιοσύνης δὲ στέφανον τὸν τοῖς δικαίοις ηὐτρεπισμένον λέγει, τὸν δικαίᾳ ψήφῳ δωρούμενον. «Ὃν ἀποδώσει μοι ὁ Κύριος.» Πότε; «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Πόθεν τοῦτο δῆλον; «Ὁ δίκαιος κριτής.» Οἶδα, φησὶν, αὐτὸν δίκαιον· οἶδα δὲ καὶ κριτήν· καὶ θαῤῥῶ τῇ κρίσει, καὶ προσμένω τὴν ψῆφον. Εἶτα καὶ πᾶσι τοῖς τῆς εὐσεβείας τροφίμοις προσφέρει παραψυχήν. «Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.» Ἀγάπης γὰρ καιρὸς ἀεί· ἀγαπᾷ δὲ τοῦ Δεσπότου τὴν ἐπιφάνειαν ὁ τοῖς ἐκείνου νόμοις ἀκολουθῶν, καὶ κατ' ἐκείνους πολιτευόμενος. Οὗτος γὰρ μετὰ χρηστῆς ἐλπίδος προσμένει τὸ θεῖον κριτήριον. Ταῦτα δὲ οὐ κομπάζων εἴρηκεν, ἀλλὰ τὸν μαθητὴν προτρέπων ἔχεσθαι τῶν ἀγώνων, ὡς ἀγηράτων προκειμένων στεφάνων. Εἶτα αὐτὸν πρὸς ἑαυτὸν καλεῖ. «Σπούδασον ἐλθεῖν πρός με ταχέως.» Τὸ, ταχέως, τὴν ἐκδημίαν αἰνίττεται. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς κλήσεως. θʹ. «Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην.» Εἷς ἦν καὶ οὗτος τῶν συνεργῶν, καὶ τῶν λίαν ἐπαινουμένων. Ἀσπάζονται γάρ σε, φησὶ, Δημᾶς καὶ Λουκᾶς οἱ συνεργοί μου. Ἀλλ' ἐν τοῖς κινδύνοις καταλιπὼν Δημᾶς τὸν Ἀπόστολον ἐξεδήμησεν, ἀσφάλειαν οἰκείαν νομίσας τὸν χωρισμόν. ιʹ. «Κρήσκης εἰς Γαλατίαν.» Τὰς Γαλλίας οὕτως ἐκάλεσεν· οὕτω γὰρ ἐκαλοῦντο πάλαι· οὕτω δὲ καὶ νῦν αὐτὰς ὀνομάζουσιν οἱ τῆς ἔξω παιδείας μετειληχότες. «Τίτος εἰς Δαλματίαν.» Οὗτοι τῆς κατηγορίας ἐκείνης ἐλεύθεροι· ὑπ' αὐτοῦ γὰρ ἀπεστάλησαν τοῦ κηρύγματος ἕνεκα. ιαʹ. «Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ.» Ὁ τὸ Εὐαγγέλιον συγγράψας, καὶ τῶν ἀποστόλων Πράξεις. «Μάρκον ἀναλαβὼν, ἄγαγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.» Μέγιστον ἐγκώμιον τοῦ θείου Παύλου ἡ μαρτυρία. ιβʹ. «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Δῆλον ἐντεῦθεν, ὡς οὐκ ἐν Ἐφέσῳ διῆγεν, ἀλλ' ἑτέρωθί που κατὰ τουτονὶ τὸν καιρὸν ὁ μακάριος Τιμόθεος. ιγʹ. «Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Μεμβράνας τὰ εἱλητὰ κέκληκεν· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὰ δέρματα. Ἐν εἱλητοῖς δὲ εἶχον πάλαι τὰς θείας Γραφάς. Οὕτω δὲ καὶ μέχρι τοῦ παρόντος ἔχουσιν οἱ Ἰουδαῖοι. ιδʹ, ιεʹ. «Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.» Πρόῤῥησίς ἐστιν, οὐκ ἀρά. Καὶ τοῦτο δὲ ψυχαγωγῶν τὸν μακάριον Τιμόθεον τέθεικε, καὶ διδάσκων μὴ δυσχεραίνειν τὰς ἐπαλλήλους τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
