Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.856
Not analysed yet
ἐναντίων ἐπαναστάσεις. Θαυμαστὸν δὲ οὐδὲν, τὸ ἄνδρα χαλκέα θορύβους αὐτῷ καὶ κινδύνους κινῆσαι· τῶν γὰρ ἀποχειροβιώτων ἴδιον διεγείρειν τοὺς δήμους. Οὕτω Δημήτριος ὁ ἀργυροκόπος πᾶσαν κατ' αὐτοῦ τὴν Ἔφεσον συνέταξεν. ιϛʹ. «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.» Τὴν πατρικὴν περὶ αὐτῶν ἔδειξεν εὐσπλαγχνίαν. Οὐ γὰρ κακοηθείας ἦν, ἀλλὰ δειλίας ἡ ὑποχώρησις. ιζʹ. «Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη.» Ἡνίκα τῇ ἐφέσει χρησάμενος εἰς τὴν Ῥώμην ὑπὸ τοῦ Φήστου παρεπέμφθη, ἀπολογισάμενος ὡς ἀθῶος ἀφείθη, καὶ τὰς Σπανίας κατέλαβε, καὶ εἰς ἕτερα ἔθνη δραμὼν, τὴν τῆς διδασκαλίας λαμπάδα προσήνεγκε. Πρώτην τοίνυν ἀπολογίαν τὴν ἐν ἐκείνῃ τῇ ἐκδημίᾳ γεγενημένην ἐκάλεσε. «Καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος.» Τὸν Νέρωνα λέοντα προσηγόρευσε, καὶ ὡς βασιλέα, καὶ ὡς ὠμότατον γεγενημένον. ιηʹ. «Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Οὐκ εἶπεν, ὅτι Ῥύσεταί με πάλιν τοῦ λέοντος, ἀλλ', ἀπὸ παντὸς ἔργου πονηροῦ. ᾜδει γὰρ ὡς δέξεται πάντως τοῦ βίου τὸ τέλος. ιθʹ. «Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.» Πάλιν τοῦ ἀνδρὸς προτετίμηκε τὴν γυναῖκα· σπουδαιοτέρα γὰρ ἦν πάντως, καὶ πλείονα εἶχε περὶ τὰ καλὰ προθυμίαν. Ἐπεὶ δὲ παρ' αὐτῷ ἦν ὁ Ὀνησιφόρος, τὸν ἐκείνου οἶκον ἠσπάσατο, καὶ διὰ τοῦ ἀσπασμοῦ τὴν εὐλογίαν προσήνεγκεν. κʹ. «Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.» Καὶ ταῦτα προστέθεικεν εἰς τὴν ἐκδημίαν αὐτὸν κατεπείγων, καὶ διδάσκων ὡς διαφόρως οἱ συνήθεις ἀπελείφθησαν ἅπαντες. καʹ. «Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν.» Διὰ πάντων μηνύει τὴν τελευτήν. «Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.» Τῶν μὲν σπουδαιοτέρων καὶ τὰς προσηγορίας ἐντέθεικε· τοὺς δὲ τῷ κοινῷ προσρήματι κέκληκε. Τὸν δὲ Λῖνον φασὶ τὸν μέγαν διαδέξασθαι Πέτρον, καὶ τῆς Ῥωμαίων Ἐκκλησίας μετ' ἐκεῖνον διακοσμῆσαι τὸν θρόνον. κβʹ. «Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου.» Ταύτην αὐτῷ δέδωκε τὴν εὐλογίαν, καὶ τὴν συνήθη προστέθεικεν· «Ἡ χάρις μεθ' ἡμῶν. Ἀμήν.» Συνέταξε καὶ ἑαυτὸν εἰς τὴν μετουσίαν τῆς χάριτος. Ἧς γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν, ταῖς τοῦ γράψαντος καὶ ἀποδεξαμένου τὰ γράμματα πρεσβείαις· καὶ εἴδοιμεν αὐτοὺς ἐν ταῖς αἰω-