# Interpretatio in xiv epistulas sancti Pauli 82.857

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.857

νίαις αὐτῶν σκηναῖς, μὴ πόῤῥωθεν, ὡς ὁ πλούσιος τὸν Λάζαρον, ἀλλὰ παροικοῦντες, καὶ ὑπὸ τὴν ἐκείνων ἡγεμονίαν τελοῦντες. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τιμόθεον βʹ Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης, ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Ῥώμης Νέρωνι. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Οὐκ ἠπειρώταις μόνοις ἀλλὰ καὶ νησιώταις ὁ θεῖος Ἀπόστολος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε, καὶ πρὸς τοῖς ἄλλοις καὶ τὴν Κρήτην (νῆσος δὲ αὕτη μεγίστη) τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε. Τὰ δὲ τῆς εὐσεβείας καταπήξας θεμέλια, τῷ τρισμακαρίῳ Τίτῳ τὴν λοιπὴν οἰκονομίαν ἐπίστευσεν, ὃν πολλαῖς εὐφημίαις ἐν τοῖς πρὸς Κορινθίους ἐταινίωσε γράμμασι. Γράφει δὲ αὐτῷ, πρῶτον μὲν διδάσκων ὁποίους εἶναι δεῖ τοὺς τὴν θείαν λειτουργίαν πεπιστευμένους. Εἶτα καί τινων ἐξ Ἰουδαίων πεπιστευκότων κατηγορεῖ, παραφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. Μέμνηται δὲ καὶ τῆς θείας οἰκονομίας, τὴν ταύτης αἰτίαν ἐπιδεικνύς. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ, βʹ. «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου.» Ἀδιαφόρως ποτὲ μὲν τοῦ Χριστοῦ, ποτὲ δὲ τοῦ Θεοῦ δοῦλον ἑαυτὸν ὀνομάζει. Οἶδε γὰρ κοινὴν οὖσαν τὴν δεσποτείαν. Ἔφη δὲ Ἀπόστολος προβεβλῆσθαι ὥστε πιστεῦσαι τῆς ἐκλογῆς τοὺς ἀξίους, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν ἐπιγνῶναι, καὶ τῆς αἰωνίου ζωῆς δέξασθαι τὴν ἐλπίδα. Εἶτα τοῦ θείου κηρύγματος τὴν ἀρχαιότητα δείκνυσιν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
