# Interpretatio in xiv epistulas sancti Pauli 82.860

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.860

»Ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων (γʹ.), ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ, ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.» Ταῦτα γὰρ ἄνωθεν μὲν καὶ πρὸ τῶν αἰώνων ἐδέδοκτο τῷ τῶν ὅλων Θεῷ· δῆλα δὲ πεποίηκεν, ὅτε ἐδοκίμασε, καὶ κατεπίστευσεν ἐμοὶ τῆς οἰκονομίας τὸ κήρυγμα. δʹ. «Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.» Ἡ φυσικὴ γέννησις οὐ χρῄζει τῆς τοῦ τικτομένου συγκαταθέσεως· ὁ δὲ τῆς πίστεως τόκος καὶ τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου τὴν συμφωνίαν ζητεῖ. Κἂν γὰρ γνησίως ὁ κηρύττων πιστεύῃ, ὁ δὲ ἀκούων μὴ πιστῶς τὰ μαθήματα δέχοιτο, υἱὸς χρηματίζειν οὐ δύναται τοῦ κηρύττοντος γνωμικὴ γὰρ ἡ τοιαύτη συγγένεια. Τὸ τοίνυν, γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, τὴν ἀρετὴν τοῦ μακαρίου Τίτου δηλοῖ. Κοινωνήσας γὰρ τῷ Ἀποστόλῳ τῆς πίστεως, καλεῖν αὐτὸν ἠξιώθη πατέρα. εʹ. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ.» Ἔδειξεν ὡς αὐτὸς ἔθηκε τὸν τῆς εὐσεβείας θεμέλιον. Κατέλιπον γάρ σε, φησὶν, ἵνα τὰ ἐλλείποντα διορθώσῃ. Καὶ δεικνὺς τίνα ταῦτα, ἐπήγαγε· «Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην.» Λέγει δὲ καὶ τίνας ἔδωκεν ὅρους, καὶ ὁποίους εἶναι δεῖ τοὺς εἰς τοῦτο προβαλλομένους. ϛʹ. «Εἴ τίς ἐστιν ἀνέγκλητος.» Μηδεμίαν διδοὺς ἀφορμὴν εὐλόγου κατηγορίας. «Μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτείας, ἢ ἀνυπότακτα.» Τοὺς αὐτοὺς ἀπαιτεῖ χαρακτῆρας, οὓς καὶ ἐν τοῖς πρὸς Τιμόθεον διέθηκε γράμμασι. ζʹ. «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς πρεσβυτέρους ἐπισκόπους ὠνόμαζον. Εἰρηκὼς γὰρ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ἐπήγαγε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι. Ἐν ἑκάστῃ δὲ πόλει, οὐκ ἐπισκόπους, ἀλλὰ πρεσβυτέρους ἔθος εἶναι πολλούς. «Μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ (ηʹ.)· ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον εἴρηκεν. Αὐθάδην δὲ καλεῖ τὸν θρασύν· ὀργίλον δὲ, τὸν μνησίκακον· πάροινον, τὸν μέθυσον· πλήκτην, τὸν μὴ κατὰ λόγον ταῖς ἐπιτιμήσεσι χρώμενον. θʹ. «Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.» Οὐκ εὔγλωττον εἶναι νομοθετεῖ, ἀλλὰ τῶν θείων λο-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
