Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.861
Not analysed yet
γίων εἰδήμονα. Ὁ γὰρ ταῦτα σαφῶς ἐπιστάμενος, καὶ τοῖς πιστεύουσι τὴν ὀνησιφόρον προσφέρει διδασκαλίαν, καὶ τῶν ἐναντίων ἐλέγχει τὸ ψεῦδος. Οὕτω δείξας τοῦ ἱερέως τοὺς χαρακτῆρας, μεταφέρει τὸν λόγον εἰς κατηγορίαν τῶν νόθα τινὰ καὶ διεφθαρμένα δόγματα κηρύττειν ἐπιχειρούντων. ιʹ, ιαʹ. «Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι. ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν.» Λέγει δὲ καὶ τὸν τῆς ματαιολογίας τρόπον. «Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.» Ταῦτα περὶ τῶν τἀναντία διδασκόντων εἰπὼν, τοῖς ἐξαπατηθεῖσιν ἐπιφέρει τὴν ἐπιτίμησιν. Ἐθνικοὶ δὲ ἦσαν οὗτοι, οὐκ Ἰουδαῖοι· καὶ τοῦτο σαφῶς διδάσκει τὰ ἐπαγόμενα. ιβʹ, ιγʹ. «Εἶπέ τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής.» Οὐ γὰρ Ἰουδαίων προφήτης Καλλίμαχος ἦν (αὐτοῦ γὰρ ἡ τοῦ ἔπους ἀρχὴ), ἀλλ' Ἑλλήνων ἦν ποιητής. Ἀλλ' ὁ μὲν ποιητὴς διὰ τὸν τοῦ Διὸς τάφον τοὺς Κρῆτας ὠνόμασε ψεύστας. Ὁ δὲ θεῖος Ἀπόστολος ἀληθῆ τὴν μαρτυρίαν ἐκάλεσεν, οὐ τὴν ποιητικὴν βεβαιῶν μυθολογίαν, ἀλλὰ τῶν Κρητῶν διελέγχων τὸ τῆς γνώμης ἀβέβαιον· ἀντὶ τοῦ, Καλῶς ὑμᾶς προσηγόρευσε ψεύστας· τοιοῦτοι γὰρ καθεστήκατε. Εἰκὸς δὲ καὶ ἑτέρωθι τὸν καλούμενον Δία τεθνᾶναι, καὶ τούτους μάτην οἰκοδομῆσαι τὸν τάφον. «Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει (ιδʹ.) ,μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντάλμασιν ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.» Μύθους Ἰουδαϊκοὺς, οὐ τὸν νόμον κέκληκεν, ἀλλὰ τὴν παρὰ Ἰουδαίων προσφερομένην ἑρμηνείαν τοῦ νόμου. Ταύτην δὲ αὐτῶν καὶ ὁ Κύριος ἐποιήσατο τὴν γραφήν· «Ἵνα τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὰς παραδόσεις ὑμῶν;» Τὸ μέντοι, ἔλεγχε αὐτοὺς ἀποτόμως, οὐκ ἐναντίον ἐστὶ τοῦ, «Ἐν πραότητι παιδεύοντος τοὺς ἀντιδιατιθεμένους.» Τοῖς γὰρ μηδέπω πεπιστευκόσιν ἠπίως καὶ πράως δεῖ προσφέρειν τὴν θείαν διδασκαλίαν· τοὺς δέ γε πιστεύειν ὑπισχνουμένους, καὶ τἀναντία ποιεῖν τῇ πίστει πειρωμένους, τοῖς αὐστηροτέροις προσήκει θεραπεύειν φαρμάκοις. Εἶτα τῶν νομικῶν παρατηρήσεων ἐπιδείκνυσι τὸν σκοπόν. ιεʹ. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.» Οὐδένα γὰρ περὶ βρωμάτων Ἀβραὰμ ὁ πατριάρχης ἐδέξατο νόμον, οὐδὲ οἱ πρὸ ἐκείνου λαμπτῆρες τῆς εὐσεβείας γενόμενοι. Ἰουδαίοις δὲ τὸν περὶ τούτων τέθεικε νόμον, ἕτερόν τι κατασκευάζων, περὶ οὗ λέγειν νῦν οὐ καιρός. Τὸν γὰρ τῆς ἑρμηνείας, οὐ