# Interpretatio in xiv epistulas sancti Pauli 82.864

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.864

τὸν τῆς Ἰουδαίων κατηγορίας ἐπὶ τοῦ παρόντος ἀνεδεξάμεθα πόνον. Περὶ τούτων πάλιν ὁ θεσπέσιος ἔφη Παῦλος· ιϛʹ. «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.» Ἰσχυρίζονται μὲν γὰρ σέβειν [τὸν] τῶν ὅλων Θεόν· ἐναντία δὲ ἄντικρυς οἷς βούλεται δρῶσι. Ῥητῷ γάρ τινι τὸν νόμον περιέγραψε χρόνῳ· οὗτοι δὲ κατ' ἐκεῖνον τὸν χρόνον οὐκ ἐπλήρουν τὸν νόμον· μετὰ δὲ τὸ τέλος τοῦ χρόνου ὑπερμαχοῦσι τοῦ νόμου. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.» Μὴ ταραττέτωσάν σε, φησὶν, οἱ τἀναντία διδάσκοντες, ἀλλὰ πρόσφερε συνήθως τὰ θεῖα παιδεύματα. Λέγει δὲ καὶ τίνα τὰ ἑκάστῃ ἡλικίᾳ προσήκοντα. βʹ. «Πρεσβύτας νηφαλίους εἶναι.» Ἐγρηγορέναι καὶ νήφειν ἀεὶ, καὶ σύνεσιν ἔχειν τῇ ἡλικίᾳ κατάλληλον. «Σεμνούς.» Καὶ κατὰ τὸ σχῆμα κοσμίους. «Σώφρονας.» Τοῦ βίου ἐπιμελεῖς. «Ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.» Ὥστε αὐτοὺς καὶ γνησίως πιστεύειν, καὶ τῇ περὶ τὸν πέλας ἀγάπῃ λάμπειν, καὶ φέρειν γενναίως τὰ παρὰ τῶν τῆς ἀληθείας δυσμενῶν προσφερόμενα. γʹ. «Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖ.» Τὰς γεγηρακυίας οὕτως ὠνόμασεν, οὐ τὰς λειτουργίας τινὸς ἠξιωμένας. Ἱεροπρεπῆ δὲ τὴν τῆς σεμνότητος εὐκοσμίαν ἐκάλεσε. «Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον τέθεικε. «Καλοδιδασκάλους.» Εἶτα λέγει καὶ τίνας καὶ τί προσήκει διδάσκειν. δʹ, εʹ. «Ἵνα σωφρονίζωσι τὰς νέας, φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.» Τὸ γὰρ προφάσει θεοσεβείας καταλιμπάνειν τοὺς ἄνδρας, βλασφημίαν ἔφερε τῷ κηρύγματι. ϛʹ. «Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν.» Αὕτη γὰρ διαφερόντως ἡ ἀρετὴ κοσμεῖ τὴν νεότητα· ἐπειδὴ καὶ τῆς ἐπιθυμίας ταύτῃ σφοδρότερον τὸ πάθος πολεμεῖ. Εἶτα διδάσκει πῶς δεῖ τὴν διδασκαλίαν πιθανὴν ποιεῖν. ζʹ. «Περὶ πάντας σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ.» Ἀρχέτυπον ἔστω τῶν παρὰ σοῦ προσφερομένων λόγων ὁ βίος. Ὑπὸ γὰρ τῶν ἔργων μαρτυρούμενος ὁ λόγος, ἀξιόχρεως γίνεται. Λέγει δὲ καὶ ἃ προσήκει ποιεῖν. «Ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν.» Οὗτοι τῶν ἐπαινουμένων ἔργων οἱ χαρακτῆρες. Λέγει δὲ καὶ τῆς ὀρθῆς διδασκαλίας τοὺς ὅρους. ηʹ. «Λόγον ὑγιῆ, ἀκατάγνωστον.» Τοιοῦτος δὲ ὁ τῇ πνευματικῇ κοσμούμενος χάριτι. «Ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ὑμῶν φαῦ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
