# Interpretatio in xiv epistulas sancti Pauli 82.872

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.872

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΘΕΣΙΣ. Τῶν πεπιστευκότων ὁ Φιλήμων ἐτύγχανεν ὤν· πόλιν δὲ εἶχε τὰς Κολασσάς. Καὶ ἡ οἰκία δὲ αὐτοῦ μέχρι τοῦ παρόντος μεμένηκε. Τούτου οἰκέτης Ὀνήσιμος τοὔνομα, ὑφελόμενός τι καὶ ἀποδρὰς, εἴσω τῶν ἀποστολικῶν δικτύων ἐγένετο. ᾬκει δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τὸ ἐν Ῥώμῃ δεσμωτήριον, ὁ θεσπέσιος Παῦλος. Ἐκεῖ τοίνυν τοῦτον τοῦ σωτηρίου βαπτίσματος ἀξιώσας, ἀπέστειλε τῷ δεσπότῃ τήνδε γεγραφὼς τὴν Ἐπιστολήν. Ὁ δὲ οἰκέτου δραπέτου, καὶ μαστιγίου, καὶ λωποδύτου μὴ ἀμελήσας, ἀλλὰ διὰ τῆς πνευματικῆς αὐτὸν διδασκαλίας ἀξιώσας τῆς σωτηρίας, τίνος ἂν ἠμέλησε πώποτε; ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ—γʹ. «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ' οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Δέσμιον ἑαυτὸν προσηγόρευσεν, ἀξιόχρεων διὰ τῶν δεσμῶν κατασκευάζων τὴν αἴτησιν. Δι' ὑμᾶς γὰρ, φησὶ, περίκειμαι τὰ δεσμά. Τὴν γὰρ ἡσυχίαν αἱρούμενος, καὶ μὴ τὴν οἰκουμένην περινοστεῖν, καὶ πᾶσιν ἀνθρώποις προσφέρειν τὸ Εὐαγγέλιον, οὐκ ἂν τούτων ἐδεξάμην τὴν πεῖραν. Ἐπαινεῖ δὲ τὸν Φιλήμονα, συνεργὸν ὀνομάσας. Συνάπτει δὲ αὐτῷ τὴν ὁμόζυγα ὡς κοινωνοῦσαν τῆς πίστεως. Εἰκὸς δὲ ἦν παραλειφθεῖσαν καὶ ἀντιπρᾶξαι τοῖς γραφομένοις. Ὁ δὲ Ἄρχιππος τὴν διδασκαλίαν αὐτῶν ἐπεπίστευτο. Περὶ τούτου γὰρ Κολασσαεῦσιν ἔγραψεν· «Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Καὶ τοῦτον δὲ εἰς κοινωνίαν τῆς παρακλήσεως ἔλαβε. Πρὸς δὲ τούτοις καὶ πᾶσαν τὴν οἰκίαν, ἣν Ἐκκλησίαν ὠνόμασεν, ὡς εὐσεβείᾳ λαμπρυνομένην· ἵνα καὶ οἱ οἰκέται τῆς ἀποστολικῆς ἀξιωθέντες τιμῆς, συνεργοὶ τῆς παρακλήσεως γίνωνται. Ὁ μὲν οὖν μακάριος Παῦλος ἀγαπητὴν ὠνό-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
