Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.873
Not analysed yet
μασε τοῦ Φιλήμονος τὴν ὁμόζυγα, ὡς τῇ πίστει κοσμουμένην. Θαυμαζέτω δὲ μηδεὶς, εἰ καὶ προσπίπτουσι νῦν τινες τῷ προσρήματι τούτῳ. Οἱ γὰρ κακῶς κεχρημένοι τῷ πράγματι, τῇ προσηγορίᾳ τὴν λοιδορίαν προσῆψαν. Πάλαι δὲ σεμνὸν τὸ ὄνομα καὶ ἀξιέπαινον ἦν. δʹ—ϛʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.» Μέμνημαί σου, φησὶ, διὰ παντὸς προσευχόμενος, καὶ τὸν τῶν ὅλων Θεὸν ἐπὶ τοῖς σοῖς κατορθώμασιν ἀνυμνῶ. Μανθάνω γὰρ ὅσην μὲν ἐδέξω πίστιν περὶ τὸν σεσωκότα Δεσπότην· ἡλίκην δὲ ἔχεις ἀγάπην, καὶ ὅσης ἀξιοῖς θεραπείας τοὺς τὰ θεῖα περὶ πολλοῦ ποιουμένους· καὶ δέομαι καὶ ἀντιβολῶ τὸν κοινὸν εὐεργέτην, τελείαν σοι δοῦναι τὴν κτῆσιν τῶν ἀγαθῶν. ζʹ. «Χάριν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων διὰ σοῦ ἀναπέπαυται, ἀδελφέ.» Πολλῆς γὰρ ἐμπίπλαμαι θυμηδίας, ὅτι παντοδαπὴν τοῖς ἁγίοις θεραπείαν προσφέρεις. ηʹ, θʹ. «Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ.» Δυνάμενος, φησὶ, θαῤῥεῖν ὡς θερμῶς πεπιστευκότι, καὶ διδασκαλικῶς κελεύειν, τοῦτο μὲν οὐ ποιῶ· παράκλησιν δὲ προσφέρω. Εἶτα τῇ τοῦ εἰρημένου ταπεινότητι περιτίθησι κόμπον. «Τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης.» Βλέπε τίς ὁ αἰτῶν· ἀρκεῖ δὲ ἡ τοῦ ὀνόματος μνήμη καταιδέσαι καὶ τὸν λίαν ἀντίτυπον. Ὁ γὰρ Παῦλον ἀκούσας, τῆς οἰκουμένης ἀκούει τὸν κήρυκα, γῆς καὶ θαλάττης τὸν γεωργὸν, τῆς ἐκλογῆς τὸ σκεῦος, καὶ τἄλλα μυρίων δεῖται γλωττῶν εἰς διήγησιν. Προστέθεικε δὲ καὶ τὸν πρεσβύτην, ἐπιδεικνὺς πολιὰν ἐν πόνοις βλαστήσασαν, καὶ ταύτῃ τὸν λόγον ἀξιοπιστότερον ἐργαζόμενος. Ἐπισυνάπτει καὶ ἕτερον. «Νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ.» Αἰδέσθητι Παῦλον, αἰδέσθητί μου τὸ γῆρας, αἰδέσθητι τὰ δεσμὰ, ἅπερ ὡς κήρυξ τῆς ἀληθείας περίκειμαι. ιʹ. «Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου.» Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; τίς ἀξίως ὑμνήσει τὴν θείαν φιλανθρωπίαν; Ὁ μαστιγίας καὶ τοιχωρυχὺς, Παύλου τέκνον ἐξαπίνης ἐγένετο. Λέγει δὲ καὶ τοῦ τόκου τὸν τρόπον. «Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.» Οὐ γὰρ ἐκώλυσε τὰ δεσμὰ τὰς ὠδῖνας τοῦ πνεύματος. Εἶτα μετὰ τὰ ἐγκώμια τὸ ὄνομα τέθεικεν. «Ὀνήσιμον, (ιαʹ.) τόν ποτέ σοι ἄχρηστον.» Ἀν-