# Interpretatio in xiv epistulas sancti Pauli 82.876

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.876

έμνησε τῶν παλαιῶν, ἀλλ' εὐθὺς καὶ τὴν μεταβολὴν ἔδειξεν. «Νυνὶ δὲ σοὶ κἀμοὶ εὔχρηστον.» Ἔδειξε τὴν περιουσίαν τῆς τοῦ τρόπου μεταβολῆς. Οὐ γὰρ μόνον σοὶ, φησὶν, εὔχρηστος νῦν, ἀλλὰ καὶ ἐμοί. ιβʹ. «Ὃν ἀνέπεμψα.» Οὐδὲ γὰρ μεταβληθέντα κατασχεῖν ἠνεσχόμην. «Σὺ δὲ αὐτὸν προσλαβοῦ, τουτέστι τὰ ἐμὰ σπλάγχνα.» Ἐμός ἐστι, φησὶν, υἱὸς, ἐκ τῶν ἐμῶν γεγέννηται σπλάγχνων. ιγʹ. «Ὃν ἐγὼ ἠβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου.» Ὀφείλεις μοι διακονίαν, ὡς μαθητὴς διδασκάλῳ, καὶ διδασκάλῳ τὰ θεῖα κηρύττοντι. Ἐβουλήθην τοίνυν ἀντὶ σοῦ τοῦτον λαβεῖν· ἵνα τῆς σῆς μοι διακονίας ἐκτίσῃ τὸ χρέος. Βλέπε τοῦ Εὐαγγελίου τὴν δύναμιν· ἴσον τῷ δεσπότῃ τὸν οἰκέτην εἰργάσατο. ιδʹ. «Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.» Σὲ γὰρ βούλομαι τὸ ἐντεῦθεν προσπορίσασθαι κέρδος, ἵνα τῇ συγκαταθέσει τῆς γνώμης τὴν ὠφέλειαν καρπώσῃ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Κολασσαεῦσιν αὐτὸς τὸ σωτήριον προσενήνοχε κήρυγμα. Ὡς μαθητῇ γὰρ οἰκείῳ, τῷ Φιλήμονι γράφει. Ἐνταῦθα μὲν γὰρ ὑπὲρ τοῦ Ὀνησίμου παρακαλεῖ· ἐκεῖ δὲ ὡς γνώμῃ τοῦ Φιλήμονος λαβὼν αὐτὸν ὑπουργὸν τῷ Τυχικῷ συνέπεμψεν, ὡς τοῦ Εὐαγγελίου γενόμενον ὑπουργόν. «Τὰ κατ' ἐμὲ γὰρ, φησὶ, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Χριστῷ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσι τὰ ὧδε.» Δεξάμενος γὰρ ὁ Φιλήμων τὰ γράμματα ἔπεμψε τῷ Ἀποστόλῳ τὸν Ὀνήσιμον· ὁ δὲ τοῦτον σὺν τῷ Τυχικῷ ἀπέστειλεν εἰς τοὺς Κολασσαεῖς. ιεʹ, ιϛʹ. «Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκ ἔτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί· πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ;» Ἀγαθῶν αὐτῷ, φησὶν, αἰτία γέγονεν ἡ φυγή. Ἀντὶ γὰρ ἀχρήστου δούλου, γνήσιος ἀδελφὸς ἀπεφάνθη. Εἰ δὲ καὶ ἐμὸς ἀδελφὸς, πολλῷ μᾶλλον σοὶ, ᾧ καὶ κατὰ τὴν σωματικὴν θεραπείαν προσήκει ιζʹ. «Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Τί τῶν λόγων τούτων πιθανώτερον, τί δὲ βιαιότερον; Εἰ λόγου, φησὶ, τινὸς ἀξιοῖς τὴν ἐμὴν κοινωνίαν, ὡς ἐμὲ δέξαι τὸν δεξάμενον τὴν ξένην μεταβολήν. ιηʹ. «Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει.» Αἰνίττεται ὁ λόγος ὡς ὑφελκόμενός τι κακῶς δεδαπάνηκε. Κέκλοφεν ὁ Ὀνήσιμος· ὁ δὲ θεῖος Ἀπόστολος αἰτεῖ τὸν Φιλήμονα αὐτῷ λογίσα-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
