# Interpretatio in xiv epistulas sancti Pauli 82.877

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.877

σθαι τὸ πλημμέλημα. Εἶτα μετὰ πλείστης χάριτος ποιεῖται τὴν τοῦ χρέους ὁμολογίαν. ιθʹ. «Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω.» Ἀντὶ γραμματίου τήνδε κάτεχε τὴν ἐπιστολήν. Πᾶσαν αὐτὴν ἐγὼ γέγραφα· ἐγὼ καὶ ὀφείλειν, καὶ ἀποδώσειν ὑπισχνοῦμαι τὸ χρέος. Εἶτα δείκνυσιν αὐτὸν μείζοσιν ἐγκλήμασιν ὑποκείμενον. «Ἵνα μὴ λέγω, Σοὶ, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.» Δι' ἐμοῦ γὰρ, φησὶ, τῆς σωτηρίας ἀπήλαυσας. Καὶ ἐντεῦθεν δῆλον ὡς τῆς ἀποστολικῆς ἠξιώθη διδασκαλίας ὁ Φιλήμων. κʹ. «Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.» Τὸ, Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ, ἀντὶ τοῦ, Ἀπολαύσαιμί σου τῶν ἐν Χριστῷ κατορθωμάτων, εἴδοιμί σε πλουτοῦντα ἐν ἅπασι τοῖς πνευματικοῖς ἀγαθοῖς. καʹ. «Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.» Οἶδα σου τὸ εὐπειθὲς τῆς ψυχῆς. Οὗ δὴ χάριν καὶ γράφω, θαῤῥῶν ὡς πλείονα παρέξεις ὧν ᾔτησα. κβʹ. «Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν. Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.» Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα προσδοκῶν αὐτοῦ τὴν παρουσίαν αἰδεσθῇ καὶ τὰ γράμματα. κγʹ, κδʹ. «Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.» Τὸν Ἐπαφρᾶν ἐνταῦθα προστέθεικεν, ἐπειδὴ καὶ αὐτὸς Κολασσαεὺς ἐτύγχανεν ὤν. Οὕτω γὰρ καὶ Κολασσαεῦσιν ἔγραφεν· «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.» Τὸν δὲ Δημᾶν πρὸ τοῦ Λουκᾶ τέθεικεν, ὡς ἐπίσημον ὄντα, καὶ συνεργόν. Μετὰ ταῦτα γὰρ καταλέλοιπε τὸν Ἀπόστολον, ἀγαπήσας τὸν νῦν αἰῶνα. κεʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.» Τούτοις προσήκει τοῖς νόμοις ἀκολουθεῖν τοὺς τῆς θείας διδασκαλίας ἠξιωμένους· οὕτω διδάσκειν τοὺς οἰκέτας τῆς τῶν δεσποτῶν ἔχεσθαι θεραπείας, ἵνα διὰ πάντων ὁ Δεσπότης ἀνυμνῆται Χριστὸς, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
