# Interpretatio in xiv epistulas sancti Pauli 82.88

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.88

τῶν ἁπάντων ὁ Δημιουργός· καὶ οὐχ οἷόν τε αὐτὸν τῶν μὲν ἐπιμελεῖσθαι, τοὺς δὲ ἀτημελήτους ἐᾷν. Οὐκοῦν ἅπασι τοῖς πιστεύουσιν ὀρέγει τὴν σωτηρίαν. Καλεῖ δὲ περιτομὴν μὲν τοὺς Ἰουδαίους, ἀκροβυστίαν δὲ τὰ ἔθνη. Λύει δὲ καὶ τὸ ὑφορμοῦν. λαʹ. Νόμον δὲ καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Ἄνωθεν γὰρ καὶ ὁ νόμος, καὶ οἱ προφῆται, τὰ περὶ τῆς πίστεως ἐθέσπισαν. Δεχόμενοι τοίνυν τὴν πίστιν, βεβαιοῦμεν τὸν νόμον. Εἶτα τούτων προσφέρει τὰς ἀποδείξεις· καὶ πλείστας παραγαγεῖν δυνάμενος τῶν προφητῶν μαρτυρίας, ἐπ' αὐτὴν χωρεῖ τῶν Ἰουδαίων τὴν ῥίζαν, καὶ δείκνυσι τὸν πατριάρχην Ἀβραὰμ τὴν διὰ πίστεως δικαιοσύνην κτησάμενον, καί φησι· ΚΕΦΑΛΑΙΟΝ Δʹ αʹ. Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Ποίαν, φησὶ, πρὸ τοῦ πιστεῦσαι τῷ Θεῷ τὸν Ἀβραὰμ, δικαιοσύνην αὐτοῦ δι' ἔργων γεγενημένην ἠκούσαμεν; Κατὰ σάρκα γὰρ τὴν ἐν ἔργοις λέγει, ἐπειδήπερ διὰ τοῦ σώματος ἐκπληροῦμεν τὰ ἔργα. βʹ. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ἡ τῶν ἀγαθῶν ἔργων ἐκπλήρωσις αὐτοὺς στεφανοῖ τοὺς ἐργαζομένους, τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν οὐ δείκνυσιν· ἡ δὲ πίστις ἀμφότερα ποιεῖ δῆλα, καὶ τοῦ πεπιστευκότος τὴν περὶ τὸν Θεὸν διάθεσιν, καὶ τοῦ Θεοῦ τὸ φιλάνθρωπον· ὅτι τὴν πίστιν δεχόμενος ἀνακηρύττει τὸν κεκτημένον. Καὶ τοῦτο διὰ τῆς Γραφικῆς βεβαιοῖ μαρτυρίας. γʹ. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐ γὰρ κατὰ νόμον πολιτευσάμενος ὁ μακάριος Ἀβραὰμ τῆς θείας μαρτυρίας τετύχηκεν, ἀλλὰ τῷ κεκληκότι πιστεύσας τῆς δικαιοσύνης τὸν πλοῦτον ἐτρύγησε. δʹ. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Ὁ γὰρ τῆς δικαιοσύνης ἐργάτης μισθὸν ἀπαιτεῖ· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη δῶρόν ἐστι τοῦ τῶν ὅλων Θεοῦ. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. εʹ. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Οὕτω διὰ τοῦ πατριάρχου Ἀβραὰμ δείξας τοῦ νόμου πρεσβυτέραν τὴν πίστιν, ἕτερον πάλιν ἀξιόχρεων μάρτυρα ταύτης καλεῖ Δαβὶδ τὸν προφήτην καὶ βασιλέα, πρὸς ὃν ὁ τῶν ὅλων Θεὸς ἀνενεώσατο τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας. Ὥσπερ γὰρ τῷ πατριάρχῃ ὑπέσχετο Ἀβραὰμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη, οὕτω καὶ τῷ θειοτάτῳ ἔφη Δαβίδ· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
