# Interpretatio in xiv epistulas sancti Pauli 82.93

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.93

ιζʹ. Καθὼς γέγραπται, Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἶτα κρατύνει τὴν μαρτυρίαν ἀπὸ τοῦ παραδείγματος. Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ὥσπερ γὰρ, φησὶ, πάντων ἐστὶ ποιητὴς ὁ Θεὸς, καὶ πάντων Θεός τε καὶ κηδεμών· οὕτω καὶ τὸν Ἀβραὰμ πατέρα πάντων κεχειροτόνηκεν, οὐχὶ Ἰουδαίων μόνον, ἀλλὰ πάντων τῶν πιστευόντων. Διδάσκει δὲ καὶ τῆς πίστεως τοῦ Ἀβραὰμ τὴν ὑπερβολήν. ιηʹ, ιθʹ. Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, ὡς κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν μήτρας Σάῤῥας. Ὁρῶν γὰρ στερίφην μὲν τὴν ὁμόζυγα, τὴν δὲ τοῦ γήρως ἀσθένειαν ἀμφοτέροις ἐπικειμένην, ἐλπίδα δὲ παιδογονίας οὐδὲ σμικρὰν ὑποφαινομένην κατά γε ἀνθρώπινον λογισμὸν, οὔτε μὴν ὑπόδειγμα ἀρχαιότερον ψυχαγωγῆσαι δυνάμενον, πιστῶς ἐδέξατο τὴν θείαν ὑπόσχεσιν. Παρ' ἐλπίδα γὰρ, τὴν κατὰ φύσιν λέγει· ἐπ' ἐλπίδι δὲ, τῆς τοῦ Θεοῦ ὑποσχέσεως. κʹ, καʹ. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Οὐ γὰρ ἀπεῖδεν εἰς τὴν ἀσθένειαν τῆς φύσεως, ἀλλὰ τῷ ταύτης ἀναμφιβόλως ἐπίστευσε Ποιητῇ. κβʹ. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἀντὶ τοῦ, ἡ πίστις. Οὕτω καὶ ἐν τοῖς ὑπὸ τὸν νόμον, καὶ ἐν τοῖς πρὸ τοῦ νόμου, δείξας τὴν πίστιν ἀνθήσασαν, ἐπὶ τὸ προκείμενον μεταφέρει τὸν λόγον. κγʹ, κδʹ. Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν. Καὶ ὁ πατριάρχης, νεκρὰν ὁρῶν τὴν τῆς ὁμοζύγου μήτραν, ἐπίστευσεν ὡς εὐπετὲς τῷ Θεῷ τὴν ἐπαγγελίαν πληρῶσαι· καὶ Ἰουδαίων ἡμεῖς ἀκούοντες, νεκρὸν ἀποκαλούντων τὸν ἡμέτερον Δεσπότην, πιστεύομεν ὡς ἐγήγερται. Τρυγήσωμεν τοιγαροῦν καὶ ἡμεῖς τῆς πίστεως τοὺς καρποὺς, καὶ τὴν ἐκ ταύτης φυομένην δικαιοσύνην δρεψώμεθα. Οὐ γὰρ μάτην ἀνάγραπτα, ἃ κατὰ τὸν πατριάρχην Ἀβραὰμ πεποίηκεν ὁ Δεσπότης Θεός· ἀλλ' ἵνα ἐκεῖνα ὁρῶντες, τὴν ἴσην ἐπιδειξώμεθα πίστιν. Τὸ μέντοι, Ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν, κατὰ τὸ ἀνθρώπειον εἴρηκεν· ᾗ γὰρ ἔπαθε, ταύτῃ καὶ ἐγήγερται· τῆς δὲ σαρκὸς τὸ πάθος, οὐ τῆς ἀπαθοῦς θεότητος. κεʹ. Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Ὑπὲρ γὰρ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πάθος ὑπέμεινεν, ὅπως ἐκτίσῃ τὸ ἡμέτερον χρέος, καὶ ἵνα ἡ ἀνάστασις αὐτοῦ τὴν κοινὴν πάντων ἀνάστασιν πραγματεύσηται. Δι' ἐκείνης γὰρ καὶ τῆς δικαιώσεως τὰς ἀφορμὰς κομιζόμεθα, καὶ ἐν τῷ βαπτίσματι συνθαπτόμενοι δεχόμεθα τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Οὕτω δείξας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
