# Interpretatio in xiv epistulas sancti Pauli 82.96

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.96

τῆς πίστεως τὴν ἰσχὺν, καὶ τῆς χάριτος τὰ δῶρα γυμνώσας, ἐπὶ παραίνεσιν μεταφέρει τὸν λόγον, καὶ τῆς πρακτικῆς ἀρετῆς φροντίζειν παρακαλῶν. Ἐπειδὴ γὰρ ἀργεῖν ἔφη τὸν νόμον ἀναφανείσης τῆς πίστεως, καὶ τὸν πατριάρχην ἔδειξε τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενον· ἵνα μὴ πρόφασιν λάβωσιν οἱ ῥᾳστώνῃ συζῶντες ἀμελεῖν τῆς πρακτικῆς ἀρετῆς, ὡς τῆς πίστεως δικαιοῦν ἀποχρώσης, ἀναγκαίως τοὺς ἠθικοὺς ἀναμίγνυσι λόγους, καί φησι· ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ, βʹ. Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾖ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἡ πίστις μὲν ἡμῖν ἐδωρήσατο τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ ἀμώμους καὶ δικαίους διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀπέφηνε· προσήκει δὲ ὑμᾶς τὴν πρὸς τὸν Θεὸν γεγενημένην φυλάττειν εἰρήνην. Ἐκπεπολεμωμένους γὰρ αὐτῷ κατήλλαξεν ὑμᾶς ὁ Μονογενὴς ἐνανθρωπήσας, τὴν δὲ δυσμένειαν ἐκείνην ἡ ἁμαρτία προὐξένησεν. Οὐκοῦν τὴν γεγενημένην εἰρήνην δικαιοσύνη φυλάξει. Οὐχ ἥκιστα δὲ ταύτην μετιέναι προσήκει, τὰς δεδομένας ἡμῖν λογιζομένους ἐλπίδας, καὶ τὴν ἐπηγγελμένην ἡμῖν παρὰ τοῦ Θεοῦ δοθήσεσθαι δόξαν· τὴν γὰρ τῶν πόνων ἀντίδοσιν, οὐ μισθὸν, ἀλλὰ δόξαν ἐκάλεσε, δεικνὺς τῶν ἀμοιβῶν τὴν ὑπερβολήν. Ἐπειδὴ δὲ πολλοὺς κατ' ἐκεῖνον τὸν καιρὸν θορύβους ὑπέμενον, αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ μυρία θανάτων εἴδη ὑπομένοντες, εἰκότως καὶ τὴν περὶ τούτων ψυχαγωγίαν προσφέρει. γʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Σαφῶς ἑαυτοῦ τὴν ἀνυπέρβλητον μεγαλοψυχίαν ἐπέδειξεν. Οὐ γὰρ εἶπεν, Ὑπομένομεν τὰς θλίψεις, ἀλλὰ, Καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Σεμνυνόμεθα, φησὶ, καὶ μέγα φρονοῦμεν, ὡς κοινωνοῦντες τῷ Δεσπότῃ τῶν παθημάτων. Καὶ τοῦτο μὲν οὐκ εἶπε σαφῶς· τῶν γὰρ κατ' αὐτὸν τελείων τὸ οὕτω φρονεῖν· τοὺς δὲ ἄλλους ἀπὸ τῶν μελλόντων ψυχαγωγεῖ. δʹ, εʹ. Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅταν τινὰ περιστοιχήσῃ τὰ σκυθρωπὰ, εἶτα γενναίως ἐνέγκῃ τούτων τὴν προσβολὴν, δόκιμος ἀποδείκνυται, καὶ τῇ ἐλπίδι τῶν μελλόντων ἐρείδεται. Ἀψευδὴς δὲ ἐκείνη, καὶ τὸ ἀληθὲς ἔχουσα. Τοῦτο γὰρ εἶπε· Οὐ καταισχύνει· ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ, αἰσχυνομένων καὶ ἐρυθριώντων. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἡ γὰρ τοῦ παναγίου Πνεύματος χάρις, ἣν διὰ τοῦ βαπτίσματος ἐδεξάμεθα, τὸν περὶ Θεὸν ἐν ἡμῖν ἐπύρσευσε πόθον. Εἶτα διδάσκει καὶ τοῦ φίλτρου τὰς ἀφορμάς. ϛʹ, ζʹ. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
