# Libellus contra Nestorium ad Sporacium [Sp.] 83.1160

Theodoretus, Libellus contra Nestorium ad Sporacium [Sp.], Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/libellus-contra-nestorium-ad-sporacium-sp/83.1160

ἰδίας σαρκὸς ὁμολογούμενόν τε καὶ εἰς ἀεὶ προσκυνούμενον· διὰ τοῦτο Θεοτόκος, ὦ βέλτιστε, παρὰ τῶν τὸν Χριστὸν ὡς Θεὸν προσκυνούντων ἡ Παρθένος κηρύττεται· οὐχ ὡς τῆς θείας φύσεως τοῦ Μονογενοῦς ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς· Θεὸς γὰρ ἔστι τε καὶ ἔσται καὶ ἦν ἐν ἀρχῇ, οὐδέποτε παρ' οὐδενὸς ἀρχὴν τοῦ εἶναι λαβών· ἀλλ' ὢν ἤδη, τῆς ἐνανθρωπήσεως καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας ὁ τοῦ Θεοῦ Λόγος ἀρχὴν ἐποιήσατο τῆς παρθενικῆς καὶ ἀχράντου νηδύος τὴν οἴκησιν. Καὶ τούτου μάρτυς μὲν ὁ ἀπόστολος Παῦλος· μάρτυς δὲ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης. Ὁ μὲν ἅγιος Παῦλος οὑτωσὶ κεκραγώς. «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ·» τὸν ὄντα δηλονότι· οὐ γὰρ ἀποστέλλεται τὸ μὴ ὂν, ἀλλὰ γίνεται· «γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον,» καὶ τὰ ἑξῆς. Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ μεγαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ Δεσπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἀεὶ ἦν, καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὅτι πάντων ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς· τότε καὶ πρὸς τοὺς ἀποῤῥήτους τῆς οἰκονομίας καταβαίνων λόγους, φησίν· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πῶς οὖν οὐ Θεοτόκος, ὦ πάντων ἀνθρώπων, ὡς οἴει, σοφώτατε, ἡ τὸν Θεὸν Λόγον κυοφορήσασά τε γενόμενον ἄνθρωπον, καὶ γεννήσασα, καὶ μήτηρ εἶναι τοῦ γεννηθέντος ἀναγκαίως πιστευομένη; Καὶ πάντες οἱ προφῆται ταῦτα κηρύττουσιν. Ἢ οὐκ ἤκουσας τοῦ μὲν Ἡσαΐου βοῶντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ;» οὐ, κατὰ σὲ, καὶ κατὰ τὰς σὰς ληρῳδίας, θεότητος ὄργανον, ἀλλὰ Θεὸν μεθ' ἡμῶν, καθ' ἡμᾶς γενόμενον ἄνθρωπον. Τοῦ δὲ Ἱερεμίου, καὶ αὐτοῦ θεολογοῦντος τὸν ἐνανθρωπήσαντα Λόγον, ἐν οἷς φησιν· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης.» Καὶ μετ' ὀλίγα· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ τῆς τοῦ προδρόμου δὲ μητρὸς ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος προφητικῶς κινουμένης τε καὶ βοώσης· «Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;» Ταῦτα πολλοῖς πρότερον εἰρημένα, καὶ νῦν δὲ οὐδὲν ἧττον λεγόμενα, παραδραμεῖν ἀναγκαῖον. Ὅτι μὲν οὖν Θεοτόκος ἡ ἁγία Παρθένος, ἱκανὰ τοῖς εὐγνώμοσι τὰ εἰρημένα. Τὴν δὲ σοφὴν αὐτοῦ τεχνολογίαν διὰ βραχέων ἀνατρέψαι πειράσομαι. Μικρὸν δὲ ἄνωθεν, ἡ Χριστὸς, φησὶ, προσηγορία τῶν δύο φύσεών ἐστι σημαντική· ἡ δὲ Θεὸς, τῆς ἁπλῆς καὶ ἀσυνθέτου· ἡ δὲ ἄνθρωπος, τὴν ἀνθρωπείαν παρίστησι φύσιν. Τί λέγεις; Ὅταν οὖν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις τὰ θειότερα, καὶ ὡς αὐτὸς εἶπεν ἐπουράνια διδάσκων, πρὸς τὸν Νικόδημον λέγῃ (ὡς γὰρ εἰδότι σοι τὰς θείας διαλέξομαι Γρα-

---

Theodoretus Scr. Eccl. et Theol., Libellus contra Nestorium ad Sporacium [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg033.local001/.
