# Libellus contra Nestorium ad Sporacium [Sp.] 83.1161

Theodoretus, Libellus contra Nestorium ad Sporacium [Sp.], Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/libellus-contra-nestorium-ad-sporacium-sp/83.1161

φάς)· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Ἐπειδὴ Υἱὸν ἀνθρώπου σαφῶς εἶπεν, ἆρα τὴν ἀνθρωπείαν φύσιν ἐροῦμεν ἐκ τῶν οὐρανῶν κατεληλυθέναι κατὰ τὴν ἀσεβῆ καὶ ἄσοφόν σου σοφίαν; Τοῖς γὰρ σοῖς κατὰ σοῦ χρήσομαι σοφίσμασιν. Ἄπαγε τῆς βλασφημίας. Οὐ γὰρ ἡ τοῦ Δεσπότου σὰρξ ἐκ τῶν οὐρανῶν κατελήλυθεν, ἢ τὰ πάντα πληροῖ. Ἀλλ' ἐνταῦθα περὶ τῆς θεότητός ἐστιν ὁ λόγος τῷ Δεσπότῃ Χριστῷ· ὁ γὰρ καταβὰς ἐκ τῶν οὐρανῶν, καὶ πάντα πληρῶν, καὶ μὴ ἀπολιμπάνων ἐκεῖνα ὅθεν κατέβη, ὁ Θεός ἐστι Λόγος, διὰ τοῦ προφήτου βοῶν· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Καὶ πάλιν· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» καί· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Καθὸ μὲν Θεὸς, ἐν οὐρανῷ τε ὢν, καὶ κατιὼν πρὸς ἡμᾶς, καὶ τὰ πάντα πληρῶν· καθ' ὃ δὲ ἄνθρωπος γέγονε, μετὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν, ἀνιών τε εἰς οὐρανοὺς, καὶ τῷ οἰκείῳ Πατρὶ συνδοξαζόμενος. Τοῦτο γὰρ δηλοῖ καὶ τὸ εἰρημένον τῷ ἱεροψάλτῃ Δαβίδ. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Ἰδοὺ τῆς περιττῆς σου τῶν λόγων σοφίας ἀκριβὴς ἔλεγχος ἡ τοῦ Κυρίου φωνή. Υἱὸν γὰρ ἀνθρώπου προτάξας καταβαίνοντα ἐκ τῶν οὐρανῶν, καὶ ὄντα ἐν ἐκείνοις ὅθεν κατέβη· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· «Ὁ ὢν ἐν τῷ οὐρανῷ·» τὴν θείαν καὶ πάντα περιέχουσαν ἐδήλωσεν οὐσίαν, πρὸς ἡμᾶς τῷ τῆς οἰκονομίας κατιοῦσαν λόγῳ, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῇ φύσιν πρὸς τὸν πατρικὸν ἄγουσαν θρόνον, κατὰ τὸ εἰρημένον τῷ θεσπεσίῳ Παύλῳ· «Καὶ αὐτὸν ἤγειρεν τὸν Χριστὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης Ἀρχῆς, καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Οὐ δή που τῆς θείας τοῦ Μονογενοῦς οὐσίας μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῆς τοῦ Πατρὸς δόξης ἀξιουμένης· ἀλλὰ τότε, μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, τοῦ Θεοῦ Λόγου τῇ τοῦ Πατρὸς δόξῃ τιμωμένου τε καὶ προσκυνουμένου μετὰ τῆς ἰδίας σαρκός. Καὶ ἑτέρωθι δὲ ὁ αὐτὸς ἀπόστολος Παῦλος ἐκβάλλει σου ταύτην τὴν κενοφωνίαν. Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.» Ἰδοὺ μόνου προσηγορίαν ἀνθρώπου προτάξας, ἐπήγαγεν· Ὁ Κύριος ἐξ οὐρανοῦ, τὴν θείαν διὰ τοῦ ἐξ οὐρανῶν εἰπεῖν ἑρμηνεύων οὐσίαν. Καὶ Θεὸν δὲ πολλάκις λέγοντες οἱ θεοφόροι προφῆται καὶ ἀπόστολοι, τὴν ἀνθρωπείαν ὑποτίθενται φύσιν. Ὁ μὲν Ἱερεμίας βοῶν· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Εἶτα, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Οὐ δήπου

---

Theodoretus Scr. Eccl. et Theol., Libellus contra Nestorium ad Sporacium [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg033.local001/.
