# Libellus contra Nestorium ad Sporacium [Sp.] 83.1164

Theodoretus, Libellus contra Nestorium ad Sporacium [Sp.], Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/libellus-contra-nestorium-ad-sporacium-sp/83.1164

τὴν θεότητα τοῦ Μονογενοῦς ὀφθαλμοῖς ἀνθρώπων ληπτὴν ἔσεσθαι προφητεύων· ἀλλὰ διὰ τοῦ Ὤφθη τὴν σάρκα τοῦ Θεοῦ Λόγου σαφῶς ὑποδείκνυσιν. Τῆς δὲ αὐτῆς ἔχεται διανοίας καὶ τὸ ἐν τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ παρὰ τοῦ θεσπεσίου Δαβὶδ εἰρημένον· «Ὁ Θεὸς ἐμφανῶς ἥξει.» Καὶ Σοφονίας δὲ ὁ προφήτης τὸ αὐτὸ τοῦτο προφητεύει λέγων· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς.» Οὐδὲν δὲ ἧττον καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης τὸ ἀπόῤῥητον τοῦτο κηρύττει μυστήριον· «Ὃ ἦν ἀπ' ἀρχῆς, λέγων, ὃ ἀκηκόαμεν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς.» Οὐ δήπου τὴν ἀσώματον καὶ ἀόρατον τοῦ Θεοῦ Λόγου φύσιν χερσὶ ψηλαφωμένην εἰδὼς, ἀλλὰ τὸ σῶμα τοῦ Θεοῦ Λόγου προσηγορίᾳ τιμῶν. Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ' ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος. Ὅτι μετὰ τὸ γενέσθαι τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον καθ' ἡμᾶς ἄνθρωπον, μετὰ τοῦ μεῖναι Θεὸν, καὶ εἰς ἑαυτὸν διὰ τῆς τοῦ δούλου μορφῆς τὰ ἡμέτερα καταδέξασθαι πάθη, οὔτε προσηγορίαις, οὔτε τῇ φύσει λοιπὸν ἀπὸ τῆς ἰδίας μερίζεται σαρκός· ἀλλὰ κἂν ἄνθρωπον εἴπῃ, τὸν Θεὸν Λόγον λέγει· κἂν Θεὸν ὀνομάσῃ, οὐδὲν ἧττον μετὰ τῆς ἑαυτοῦ σαρκὸς ὀνομάζει. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οὐ γὰρ πλήθους μαρτυριῶν ἡμῖν ἐπίδειξις πρόκειται, ἀλλ' ἔλεγχος τῆς ἀπαιδεύτου τεχνολογίας καὶ παρατηρήσεως.

---

Theodoretus Scr. Eccl. et Theol., Libellus contra Nestorium ad Sporacium [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg033.local001/.
