# Quaestiones et responsiones ad orthodoxos [Dub.] 105

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/105

οὐδὲν διέστηκε τοῦ νόμου τὰ εὐαγγέλια, ὡς δὲ πρὸς τὴν ἐπαγγελίαν καὶ ἀπόδοσιν διέστηκε· τί γάρ ἐστιν ὁ νόμος; εὐαγγέλιον προκατηγγελμένον. τί δὲ τὸ εὐαγγέλιον; νόμος πεπληρωμένος. ΡΙΓʹ. Ἐρώτησις. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατασκευῇ ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; εἰς τί δὲ χρήσιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν περιτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλήφασι; διατί δὲ ὡς χρησίμην ἐκείνων ταύτην λαβόντων, τῇ τοιαύτῃ χειρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις. Ἐπειδὴ διὰ τὸ γῆρας τοῦ Ἀβραὰμ καὶ τῆς ἐλευθέρας γαμετῆς αὐτοῦ ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐξ αὐτῆς καθισταμένου, ἐπαγγελίαν παιδοποιίας ἐδέξατο παρὰ θεοῦ, καὶ πιστεύσας τῷ θεῷ παρὰ καιρὸν ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο δέδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πίστεως τὴν περιτομὴν τοῦ τῆς ἀκροβυστίας μορίου, τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιίαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πίστιν τοῦ Ἀβραὰμ εἰς παιδοποιίαν χρησίμου γενομένου. παρέπεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου ὑφιστάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πίστεως καὶ τῆς τοῦ θεοῦ δυνάμεως, "τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα." περιτεμνόμεθα δὲ καὶ ἡμεῖς, τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος ἐκδυόμενοι τὸν Ἀδάμ, δι' ὃν ἁμαρτωλοὶ κατασταθέντες τεθνήκαμεν, καὶ ἐνδυόμενοι τὸν Χριστόν, δι' ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νε-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
