Ancient Greek
Page 106
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 106
Not analysed yet
κρῶν· "ἐν ᾧ" φησὶν ὁ ἀπόστολος "περιετμήθητε περιτομὴν ἀχειροποίητον ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ὑμῶν". ΡΙΔʹ. Ἐρώτησις. Εἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ὑπάρχει ἀνεύθυνος. πῶς οὖν ὁ νόμος τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολάσεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκπλήρωσιν; μαρτυρεῖ δὲ τούτοις ὁ ἀπόστολος, "οὐ δικαιωθήσεται" λέγων "ἐξ ἔργων νόμου πᾶσα σάρξ". Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον, τοῦτο καὶ τινὶ ἀνθρώπων ὑπάρχει δυνατόν· οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι, ὡς ὁ ἀετός, τινὶ ἀνθρώπων ἐστὶν ἀδύνατον. καὶ ἀνάπαλιν τὸ τινὶ ἀνθρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις· λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ, ὅτι "κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλισάβετ, ὅτι "ἦσαν δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι". τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη, ἢ τὸ ἀγαπᾶν μὲν τὸν θεὸν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν, ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι; τὸ "ἐξ ἔργων νόμου