# Quaestiones et responsiones ad orthodoxos [Dub.] 107

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/107

οὐ δικαιωθήσεται πᾶσα σάρξ", οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύνατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά· τῇ γὰρ βουλήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ' ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πραχθεῖσιν ἢ μὴ πραχθεῖσι· τοῦ δὲ διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν οἱ ἄνθρωποι, ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας, τινὰς δὲ ἑτέρῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενί, κατὰ τοὺς προειρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρτάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἁμαρτάνομεν οἱ ἄνθρωποι. ΡΙΕʹ. Ἐρώτησις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος τῷ ἡμαρτηκότι οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτῷ ἐπάγει ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης Δαυὶδ ἐργασάμενος οὐ παρὰ τὸν σκοπὸν τοῦ νόμου συγγνώμης ἠξίωται; καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διατί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέζευκται; εἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χορηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ρηʹ ἐρωτήσει προτέτακται τῆς χάριτος ὁ νόμος, ὡς ταύτης ἑτοιμότερος καὶ φιλανθρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνουσιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλανθρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραί-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
