# Quaestiones et responsiones ad orthodoxos [Dub.] 108

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/108

τητον; καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον ἐᾶν τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρινούμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι· τὸ γὰρ "αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ"· καὶ τὸ "οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν", φωναί εἰσι τῆς θείας χάριτος, ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπείθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προημαρτημένων τὴν συγγνώμην. ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγγνώμη καὶ τῆς θείας χάριτος δῶρον· οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις· ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν Δαυίδ. ΡΙϛʹ. Ἐρώτησις. Εἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγκαία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταύτης δὲ οὐ προσέδει τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διατί παρὰ τῶν ἀποστόλων συχνότερον ὑπὸ τῆς γραφῆς τὸν κύριον μανθάνομεν προσευχόμενον; Ἀπόκρισις. Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιουσίαν δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως αὐτοῦ ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ περιουσίας τῆς ἀποδείξεως,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
