Ancient Greek
Page 112
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 112
Not analysed yet
τῆς ἀποβάσεως τοῦ πράγματος ἀγνοίας ὑπαρχούσης, ἐὰν ἐμμείνῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐκέτι ἐφέλκεται συγγνώμην, ἀλλὰ τιμωρίαν ἀπαραίτητον. ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστόν, ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντὶ δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες, ὅτι μετὰ τὸν θάνατον αὐτοῦ ὁ θεὸς αὐτὸν ἐγερεῖ ἐκ τῶν νεκρῶν. ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι· τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκουσίου θεομαχίας τιμωρίαν ἐπισπωμένης· εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; τὸ οὖν "πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι", κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· ὅτι "γνόντες ὅτι κατὰ ἄγνοιαν με ἐσταύρωσαν καὶ αἰτοῦσιν ἄφεσιν τῶν πλημμελειῶν αὐτῶν, παράσχου αὐτοῖς". οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν, ἀλλὰ δικαιοσύνην. καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ "μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν", πεφεισμένως εἴρηται τῇ τοῦ