# Quaestiones et responsiones ad orthodoxos [Dub.] 113

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/113

λόγου συγκαταβάσει, "ἀσθενὴς τοῖς ἀσθενοῦσι" γινόμενος, "ἵνα" κατὰ τὸ εἰρημένον "σώσῃ τοὺς ἀσθενεῖς". ΡΚʹ. Ἐρώτησις. Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θνήσκουσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀναστάντες ζῶντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθήσεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; πῶς δὲ νεκροὶ κριθῆναι δυνήσονται, ὧν τὸ μὲν σῶμα ἐν μνήμασιν ἔρριπται, ἡ δὲ ψυχὴ τῶν σωμάτων κεχώρισται; Ἀπόκρισις. "Οὐ πάντες" φησί "κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα". κρίνει οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. "ἔρχεται" φησίν "ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως". ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. ΡΚΑʹ. Ἐρώτησις. Εἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα, γυναῖκα ἢ τέκνα, ἀδελφοὺς ἢ ἀδελφάς, οἰκίας ἢ ἀγρούς, ἑκατονταπλασίονα ἐπηγγείλατο διδόναι ἐν τῷ νῦν αἰῶνι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀπολήψονται; πῶς δέ, πολλῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων καὶ ἐν πτωχείᾳ καὶ μονότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοιαύτη ὑπόσχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
