# Quaestiones et responsiones ad orthodoxos [Dub.] 116

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/116

θειαν". μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ "τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταργεῖ", ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν, τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνισταμένων ἐκ τῶν νεκρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλ' ἰσάγγελοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. τὸ οὖν "οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ", οὐκ ἔχει σχῆμα βεβαιωτικὸν τῶν ἐρωτησάντων ἐν τῇ κατὰ ἄγνοιαν ὑπολήψει, ἀλλ' ἀπωστικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τόπον ὑπολήψεως τῶν ἐρωτησάντων. δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκείνης τῆς καταστάσεως ἐν οἷς λέγει· "ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ". ΡΚΔʹ. Ἐρώτησις. Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτίσεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουργὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις. Ἄλλο τὸ αὐτὸ εἶναι καὶ ἄλλο τὸ ἄλλου εἶναι, ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συντελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, —καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη—οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν—"σὺ γάρ φησιν ὁ αὐτὸς εἶ"—, ἀλλὰ τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
