Ancient Greek
Page 117
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 117
Not analysed yet
σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως ("σφόδρα", φησίν, "ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς"), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπότης καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. καὶ καθάπερ μὴ ποιήσας ὁ θεὸς πλείονας κόσμους, οὓς ἠδύνατο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐδείχθη ἡ αὐτοῦ τελειότης, οὕτω καὶ ἕνα ποιήσας κόσμον οὐκ ηὐξήθη ἐκ τούτου ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερτέλειον. εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους οὐκ ἐμειώθη, οὐδ' ἂν ποιήσας ἕνα κόσμον ηὐξήθη. ΡΚΕʹ. Ἐρώτησις. Εἰ τὸ εἶναί τι δυνάμει τοῦ εἶναι τοῦτο ἐνεργείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν τοῦ κόσμου δυνάμει καὶ οὐκ ἐνεργείᾳ, τῷ τῆς ἐλαττώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις. Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ἀφέστηκε, τούτων ἡ δύναμις ἔλαττον τῆς ἐνεργείας καθέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλ' ἰδίᾳ βουλῇ ἀφέστηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. "διενοήθης", φησί, "καὶ πάντα σοι πάρεστι". ΡΚϛʹ. Ἐρώτησις. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τὸ ἑστῶτας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι, καὶ πλέον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διατί ἐν ταῖς κυριακαῖς ἡμέραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλησίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν ἀμφοτέρων ἡμᾶς ἀεὶ μεμνῆ-