# Quaestiones et responsiones ad orthodoxos [Dub.] 118

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/118

σθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ, δι' ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις γονυκλισία ἡμῶν σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρτίαις ἡμῶν πτώσεως· τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεταγμένου θανάτου ἐλυτρώθημεν. ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος ὁ μάρτυς καὶ ἐπίσκοπος Λουγδούνων ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν. ΡΚΖʹ. Ἐρώτησις. Εἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐντάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε, μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἄληθες ὅτι τὰ ἱμάτια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις. Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ' αὐτοῦ εἰσενεχθέντα εἰς τὸν τάφον ἱμάτια εἰς φόρεσιν τοῦ ζῶντος ἀνεπιτήδεια ἦν. τὰ οὖν ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούργησεν, ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε τὸν πῶλον εἰς κάθισμα· ἑκατέρως γὰρ ἐδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λαβεῖν ἀλλαχόθεν. πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου λεχθέντων τε καὶ πραχθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ περιέχει, ἐξ ὧν ἐστι καὶ μετὰ τὴν ἀνάστασιν τὰ ἐνδύματα τοῦ κυ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
