# Quaestiones et responsiones ad orthodoxos [Dub.] 12

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/12

ρκδʹ. Εἰ τὸ τέλειον τότε νοοῦμεν, ὅτε πάντα κέκτηται τέλεια, πῶς ὁ θεὸς προϋπάρχων τῆς κτίσεως μετ' αὐτὴν τὸ δημιουργὸς προσέλαβεν ὄνομα; ρκεʹ. Εἰ τὸ δυνάμει τι εἶναι ἔλαττόν ἐστι τῇ ἐνεργείᾳ, πῶς ὁ τῆς τοῦ κόσμου ποιήσεως, ποιητὴς ὢν δυνάμει οὐκ ἐνεργείᾳ, ἐλαττώσει οὐχ ὑποπίπτει; ρκϛʹ. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τῶν ἑστώτων μᾶλλον θεῷ οἰκειοῖ, διατί ἐν ταῖς κυριακαῖς καὶ τὸ πάσχα ὅλον μέχρι τῆς νʹ γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; ρκζʹ. Εἰ ἐκ τοῦ τάφου Χριστὸς ἀναστὰς τὰ ἐντάφια κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν οὔτε γυμνὸν οὔτε ἄλλοθεν αὐτὸν ἀμφιασθέντα ἡ γραφὴ ἱστορεῖ; ρκηʹ. Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων ἀδύνατον εἰσελθεῖν, πῶς εἰσῆλθεν ὁ κύριος; καὶ εἰ τοῦτο ἐγένετο, πῶς τὸν λίθον ὁ ἄγγελος κυλίσας ἀνέστη ὁ κύριος; ρκθʹ. Εἰ πάσης τῆς κτίσεως δεσπότης ὁ θεὸς ὑπάρχει, διατί πρὸς μόνον τὸ ἀνατολικὸν κλῖμα τὰς προσευχὰς ποιοῦμεν καὶ οὐκ ἐν παντὶ τόπῳ, κατὰ τὸν ἀπόστολον; ρλʹ. Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον; ρλαʹ. Εἰ βασιλεία θεοῦ ἐστιν ἡ ἀνάστασις, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιοῦνται, πῶς ὁ ἀπόστολος πόρνους καὶ μοιχοὺς ταύτης ἀποτυχεῖν ἔφησε; ρλβʹ. Τίς ἡ διαφορὰ ἀναθέματος καὶ καταθεματισμοῦ δίδαξον. ρλγʹ. Εἰ τῶν ἀγαθῶν ἁπάντων τὸ καλλιστόν ἐστιν ὁ θεός, τὸ δὲ κακυνόμενον τὸ πάντων ἐστὶ χείριστον, πῶς οὐ πάσης τῆς κτίσεως ὁ ἄνθρωπος χείριστον, μόνος κακούμενος; ρλδʹ. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ἐστὶν ὁ θεός, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν εὐσθενέσιν εἰσῴκισε σώμασιν; ρλεʹ. Εἰ κακὸν ἀντὶ κακοῦ καὶ λοιδορίαν ἀντὶ λοιδορίας

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
