# Quaestiones et responsiones ad orthodoxos [Dub.] 120

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/120

τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων— καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν. διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ' ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν. ΡΚΘʹ. Ἐρώτησις. Εἰ πάντα ὁ θεὸς ποιήσας τὸν κύκλον τῆς σώματος κτίσεως, τοῦ παντὸς δεσπότης καθέστηκε—διὸ καὶ Δαυὶδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύριον ἐγκελεύεται, ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς ὁσίους χεῖρας πρὸς τὸν θεὸν ἐντέλλεται—, διατί ὡς μόνον ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ ἀνατολικὸν κλῖμα νομίζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς θεῷ ἀναπέμπομεν; τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοὺς χριστιανοὺς ἐκδιδάξαντες; Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ' ἡμῖν ἀεὶ τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόληψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. καὶ καθώσπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατασφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιωτέρα νενόμισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολὴ ὡς τιμιώτερον μέρος τῆς κτίσεως εἰς προσκύνησιν τοῦ θεοῦ ἀφώρισται. οὐκ ἐναντιοῦται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
