# Quaestiones et responsiones ad orthodoxos [Dub.] 127

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/127

τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας Ἑλληνικὰς ἀνοσιουργίας χριστιανῶν κρατούντων ἐγίνετο. χρὴ οὖν ἀπὸ τῶν τοιούτων γνωρίζειν τῶν χριστιανῶν τὴν ὁσιότητα καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκήσεως πόλεών τε καὶ ἀγρῶν. τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τούτοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος, ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ. ΡΛΖʹ. Ἐρώτησις. Εἰ [ὁ] λαλῶν τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστι, καθὼς ὁ κύριος ἀπεφήνατο, πῶς ἔξω μέμψεως ὁ μακάριος Ἰακὼβ νομισθήσεται, τῷ μὲν πατρὶ χάριν τοῦ οἰκείου ὀνόματος τοσαυτάκις ψευσάμενος, τὴν δὲ τοῦ ἀδελφοῦ εὐλογίαν μετὰ δόλου παρὰ τὴν πρόθεσιν τοῦ πατρὸς κομισάμενος; πῶς δὲ καὶ ὁ Παῦλος, ἡνίκα ὑπὲρ τοῦ ἀρχιερέως ἐκρίνετο, μὴ εἰδέναι φήσας ὅτι ἀρχιερεύς ἐστι, τῇ μέμψει τοῦ ψεύδους οὐχ ὑπαχθήσεται; ὅτι δὲ ἠπίστατο ἀρχιερέα τὸν κρίνοντα, αὐτὸ τὸ ὑπ' αὐτοῦ αὐτὸν κρίνεσθαι σαφέστατα δείκνυσιν. Ἀπόκρισις. Οὔτε ὁ δίκαιος Ἰακὼβ ἐψεύσατο εἰπὼν τῷ πατρὶ αὑτοῦ "ἐγὼ εἰμὶ ὁ υἱός σου ὁ πρωτότοκος", οὔτε ὁ ἀπόστολος Παῦλος εἰπών "οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστιν ὁ κελεύσας τύπτεσθαι αὐτόν"· ὁ μὲν γὰρ Ἰακὼβ ἦν προωνησάμενος τὴν πρωτοτοκίαν παρὰ τοῦ ἀδελφοῦ αὑτοῦ Ἡσαῦ, καὶ ἵνα μὴ εὑρεθῇ ὁ μακάριος Ἰσαὰκ ἀνέκβατον εὐλογίαν εὐλογῶν τὸν Ἡσαῦ, τὸν βρώματι πεπρακότα τὴν πρωτοτοκίαν, διὰ τοῦτο ᾠκονόμησεν ἡ θείᾳ χάρις τούτῳ τῷ τρόπῳ χωρῆσαι εἰς τὸν Ἰακὼβ τὴν εὐλογίαν, τὸν ἐσχηκότα τὴν πρωτοτοκίαν. ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τὸ παράνομον τῆς τοῦ ἀρχιερέως κρίσεως ἀφορῶν ἔλεγεν, ὅτι "οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστι". διὸ εὐλόγως τοῖχον κεκονιαμένον αὐτὸν ὠνόμασεν· ὥσπερ γὰρ τὸ κονίαμα τοῦ τοίχου τοῦ μνήματος καθαρὸν οὐ δείκνυσι τὸν τοῖχον διὰ τὴν ἔνδοθεν δυσωδίαν τε καὶ ἀκα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
