Ancient Greek
Page 128
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 128
Not analysed yet
θαρσίαν, οὕτως οὐδὲ ἡ περιβολὴ τῆς ἀρχιερατικῆς ἀξίας ἀρχιερέα δείκνυσι τὸν ἔνδοθεν ἐπὶ τῆς ψυχῆς φέροντα τὸ παράνομον τῆς κρίσεως. φαίνεται δὲ ὁ κύριος τάφους κεκονιαμένους τοὺς γραμματεῖς τε καὶ φαρισαίους καλέσας τοὺς ἀξιώμασί τε ἐσθήμασιν ἑαυτοὺς ὡραΐζοντας, ἔνδον δὲ πεφωλευμένην ἔχοντας τήν τε ἁρπαγὴν καὶ τὴν ἀκρασίαν. ΡΛΗʹ. Ἐρώτησις. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον τὸν ἐν νόμῳ παρανομία νενόμισται καὶ τὸ ἔξω Ἱερουσαλὴμ ποιεῖν τι τῶν νόμων ὑπὸ τοῦ νόμου ἀπηγόρευται, πῶς ποιοῦντες ἢ μὴ ποιοῦντές τι τῶν ἐν νόμῳ οἱ περὶ τὸν Δανιὴλ ἐν Βαβυλῶνι οὐ παρηνόμησαν; ὅτι δὲ προσηύχοντο κυρίῳ τῷ θεῷ, ὅπερ ἦν κατὰ νόμον, σαφῶς περὶ αὐτῶν ἡ γραφὴ διηγόρευσε, "Δανιὴλ" λέγουσα "ἦν τρεῖς καιροὺς τῆς ἡμέρας κατὰ ἀνατολὰς προσευχόμενος". εἰ δὲ καὶ τὰ λοιπὰ ἡ αὐτὴ γραφὴ ἐσιώπησε, χρὴ νοεῖν ὅτι πάντα ἐπλήρωσαν. διὸ καὶ δίκαιοι ὑπ' αὐτῆς ὠνομάσθησαν. Ἀπόκρισις. Εὐχὰς μὲν καὶ δεήσεις ἐκτελεῖν τοὺς Ἰουδαίους, ἐν τῇ αἰχμαλωσίᾳ ὄντας, οὐ μόνον οὐκ ἀπηγόρευσεν ὁ νόμος, ἀλλὰ τὸ ἐναντίον καὶ προετρέψατο αὐτούς, καὶ τοῦτο ἔνεστι μαθεῖν ἡμᾶς ἐκ πολλῶν τῶν προφητῶν· τὴν δὲ προσαγωγὴν τῶν θυσιῶν καὶ τὸ ποιεῖν πάσχα ἐκώλυσε, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τοῦ προφήτου Δανιήλ· "ἐγώ" φησὶ Δανιήλ "ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου" ἔρχεται πρὸς αὐτὸν ὁ ἄγγελος ὁ μηνύσας αὐτῷ ὅτι εἰσηκούσθη αὐτοῦ ἡ προσευχὴ καὶ ἡ δέησις, καί φησι πρὸς αὐτόν· "μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἔναντι κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίον μου εἴκοσι καὶ μίαν