# Quaestiones et responsiones ad orthodoxos [Dub.] 129

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/129

ἡμέραν". εἰ τοίνυν ἐν ταῖς εἴκοσι καὶ μιᾷ ἡμέραις τῶν τριῶν ἑβδομάδων τοῦ πρώτου μηνός, ἐν αἷς νηστεύσας [ἦν] ὁ προφήτης νηστείαν πενθικήν τε καὶ ὀδυνηράν, ἡ ιδʹ ἡμέρα τοῦ πάσχα καὶ ἡ ἑβδομὰς τῶν ἀζύμων περιεχόμεναί εἰσι, δῆλον ὅτι παράνομον ἐλογίσατο ὁ προφήτης τὸ ποιεῖν πάσχα ἔξωθεν τῆς Ἱερουσαλήμ· εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἠνόμησεν ὁ προφήτης ἔξωθεν τῆς Ἱερουσαλὴμ μὴ ποιήσας τὸ πάσχα κατὰ τὴν τοῦ νόμου διάταξιν, πῶς εἰσηκούσθη αὐτοῦ ἡ δέησις καὶ ἡ προσευχή; θεὸς γὰρ ἁμαρτωλῶν οὐκ ἀκούει· εἰ δὲ νόμον ἐφύλαξε μὴ ποιήσας τὸ πάσχα ἔξωθεν τῆς ἱερουσαλήμ, πῶς οὐ προδήλως παρανομοῦσιν οἱ Ἰουδαῖοι νῦν, ἔξωθεν τῆς Ἱερουσαλὴμ ποιοῦντες τὸ πάσχα; ΡΛΘʹ. Ἐρώτησις. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων, ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, λιμοί τε καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους ἐγένοντο, καθὼς οὐ μόνον αἱ ἅγιαι γραφαὶ ἀλλὰ καὶ τὰ ἐκτὸς βιβλία σημαίνουσι, διατί ὁ κύριος ὡς ξένα τινὰ τὰ προλεχθέντα σημεῖα εἶναι τῆς συντελείας ὡρίσατο, τῶν αὐτῶν ἀεὶ—ὡς εἴρηται—τῷ κόσμῳ συμβαίνειν εἰωθότων; πῶς δὲ αὐτὸς τὴν κατάλληλον τῶν ἐθνῶν προεπὼν ἐπανάστασιν οὐ δοκεῖ ἀνατρέπειν τὰ πάλαι περὶ τῆς τῶν ἐθνῶν εἰρήνης ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθέντα; φησὶ γὰρ ὁ προφήτης, ὅτι "οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν". Ἀπόκρισις. Οἱ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος γινόμενοι πόλεμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ διαφέρουσι τῶν ἤδη πολλάκις γεγονότων τῷ τε μεγέθει καὶ πλήθει καὶ τῷ συχνῷ τε καὶ ἅμα καὶ πανταχοῦ, ὥστε ταῖς οἰκείαις διαφοραῖς σημαίνειν τοῦ καιροῦ τῆς συντελείας τὴν ἐγγύτητα· παραγινομένου δὲ τοῦ σωτῆρος εἰς σωτηρίαν τῶν αὐτὸν ἐκδεχομένων, πάντων τῶν λυπηρῶν γίνεται ἡ ἀναίρεσις, καὶ τότε ἡ προφητικὴ διὰ τοῦ Ἡσαΐου πρόρρησις δέχεται τελείαν τὴν ἔκβασιν· ἐκείνην γὰρ τὴν εἰρηνικὴν κατάστασιν προεμήνυσεν ὁ προφήτης Ἡσαΐας διὰ τῆς ἐν τῇ προ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
