# Quaestiones et responsiones ad orthodoxos [Dub.] 13

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/13

ἀντιδιδόναι ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ἐναντία ἐποίησε τὸν ἀρχιερέα ὑβρίσας καὶ τὸν Ἀλέξανδρον; ρλϛʹ. Εἰ καὶ κατὰ τόνδε τὸν βίον ἐν εὐπραγίαις, ὡς τοὺς κατὰ τὸν Ἀβραάμ, ὁ θεὸς ἀμείβεται, πῶς καὶ τοὺς εἰδωλολάτρας εὐπραγοῦντας μέχρι τῆς αὑτοῦ παρουσίας εἴασε; ρλζʹ. Εἰ ὁ τὸ ψεῦδος λαλῶν ἐκ τοῦ πονηροῦ ἐστι, πῶς ἔξω μέμψεως ὁ Ἰακὼβ νομισθήσεται τῷ πατρὶ ψευσάμενος καὶ τὴν τοῦ ἀδελφοῦ εὐλογίαν κλέψας; ρληʹ. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον καὶ ἔξω τῆς Ἱερουσαλὴμ ποιεῖν τι παρανομία νενόμισται, πῶς οἱ ἐν Βαβυλῶνι οὐ παρηνόμουν προσευχόμενοι; ρλθʹ. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων ἀεὶ γίνονται, πῶς ὁ κύριος ὡς ξένα τινὰ ταῦτα πρὸ τῆς συντελείας εἴρηκε γίνεσθαι; ρμʹ. Εἰ τὰ καθόλου στοιχεῖα τῆς κτίσεως ἐθεοποίησαν ἄνθρωποι, ὁ δὲ θεὸς κατ' αὐτῶν ἀπεφήνατο λέγων "θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν", ἆρα καὶ τὰ στοιχεῖα ἀπολοῦνται; ρμαʹ. Εἰ ὁ ἀποστέλλων ἔνθα οὐκ ἔστιν ἀποστέλλει, ὁ θεὸς ἀπερίγραπτον ἔχων φύσιν καὶ πανταχοῦ παρών, πῶς ἀποστέλλεται; ρμβʹ. Εἰ τὰ Σεραφὶμ ἀτενίσαι εἰς τὴν τοῦ θεοῦ μὴ δυνάμενα δόξαν καλύπτει τὰ πρόσωπα, πῶς τὰ πολυόμματα ἀτενίσαι οὐκ ἠδύνατο; ρμγʹ. Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστιανοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον; ρμδʹ. Εἰ ὅριον τῇ ψάμμῳ ὁ κύριος τῇ θαλάττῃ ἐποίησε, πῶς ἐν διαφόροις ὑπερβαίνει τόποις; ρμεʹ. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν τοῦ θέλοντος δείκνυσι, πῶς ὁ παντοδύναμος θεὸς πάντας θέλων σωθῆναι οὐ σῴζονται κτλ;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
