# Quaestiones et responsiones ad orthodoxos [Dub.] 130

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/130

κειμένῃ ἐρωτήσει μνημονευθείσης φωνῆς, τὴν διὰ τῆς δευτέρας παρουσίας τοῦ σωτῆρος πληρουμένην, καθ' ἣν παύεται μὲν πᾶσα ἡ τῶν ἀνθρώπων τε καὶ δαιμόνων ἀπείθειά τε καὶ ἀντιλογία, κρατεῖ δὲ ἐν τοῖς πᾶσι τὰ θεῷ ἀρεσκόμενα. ΡΜʹ. Ἐρώτησις. Εἰ τὰ καθόλου στοιχεῖα καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως κατὰ πλάνην ἐθεοποίησαν εἴτουν ἐθεολόγησαν ἄνθρωποι, ποτὲ μὲν αὐτὰ καθ' αὑτὰ θαυμάσαντες, οἷον οὐρανὸν γῆν ἥλιον σελήνην ἀστέρας πῦρ ὕδωρ ἀέρα, ποτὲ δὲ τὰ αὐτὰ ἑτέρως μυθολογήσαντες, οἷον τὸν μὲν ἥλιον Ἀπόλλωνα, τὴν δὲ γῆν Δήμητραν, τὸν δὲ αἰθέρα Δία καὶ τὰ λοιπὰ ὁμοίως, ἀπεφήνατο δὲ ὁ θεὸς κατ' αὐτῶν λέγων "θεοί, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀπολέσθωσαν", πῶς οὐ κατὰ πάντων τῶν στοιχείων ἐξήγαγε τὴν τῆς ἀπωλείας ἀπόφασιν; Ἀπόκρισις. Θεοί, ὧν τὴν ἀπώλειαν ἀπεφήνατο ἡ θεία γραφή, δαίμονές εἰσι πονηροὶ κατὰ τὴν πλάνην τῶν ἀνθρώπων ὑπὲρ τὴν φύσιν τὴν κλῆσιν ἐσχηκότες θεοῦ, κατὰ τὸ εἰρημένον· "ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ". καὶ πάλιν· "πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια". τούτων τῶν δαιμόνων ὁ προφήτης προλέγει τὴν ἀπώλειαν. ἀπώλεια δὲ τῶν δαιμόνων ἐστὶ τὸ πάσης μὲν τῆς ἐκ πλάνης ἀνθρώπων προγεγονυίας αὐτοῖς ἀποστερεῖσθαι θεολογίας τε καὶ τιμῆς, ἐν τοῖς διηνεκέσι δὲ βασάνοις ζῆν ὀδυνηρῶς. τῶν δαιμόνων τε τούτῳ τῷ τρόπῳ βασανιζομένων εἰς ἔλεγχον τοῦ μὴ ὑπάρχειν αὐτοὺς θεούς, γίνεται ἡ ἀπώλεια τῆς ὀνομασίας αὐτῶν τε καὶ τῶν μερῶν τῆς κτίσεως, καθ' ἣν ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ψευδῶς ὠνομάσθησαν. καὶ καθώς περ ὅταν λέγῃ ἡ θεία γραφὴ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι "αὐτοὶ μὲν ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται", οὐ τὴν ἀνυπαρξίαν τῆς ὑποστάσεως αὐτῶν σημαίνει τῷ τῆς ἀπωλείας ὀνόματι, ἀλλὰ τῆς παλαιότητος αὐτῶν, οὕτω καὶ ἐνταῦθα τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
