# Quaestiones et responsiones ad orthodoxos [Dub.] 131

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/131

θεῶν λέγει τὴν ἀπώλειαν, οὐ πρὸς σημασίαν τῆς ἀνυπαρξίας τῆς ὑποστάσεως αὐτῶν, ἀλλὰ τῆς ὀνομασίας αὐτῶν, καθ' ἣν σὺν τοῖς μέρεσι τῆς κτίσεως θεοὶ ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ἐκλήθησαν. ΡΜΑʹ. Ἐρώτησις. Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον; Ἀπόκρισις. Ὁ θεὸς μὲν ἀπερίγραπτος ὑπάρχων, πανταχοῦ πάρεστιν· "ἐάν" φησίν "ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οὐκ εἶπεν "ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, καὶ σὺ ἐκεῖ ἀναβαίνεις", ἀλλὰ "σὺ ἐκεῖ εἶ". οὐδὲ "ἐὰν καταβῶ εἰς τὸν ᾅδην, καὶ σὺ καταβαίνεις", ἀλλὰ "πάρει". λέγεται δὲ περὶ αὐτοῦ ἐξ οἰκονομίας τὸ παρεῖναι, παρεῖναι μὲν τῇ προβολῇ ὀπτασίας τε καὶ ἐνεργείας *. τὰ μὲν οὖν πρέποντα τῇ οὐσίᾳ νόει κατ' οὐσίαν, καὶ τὰ πρέποντα τῇ οἰκονομίᾳ νόει κατ' οἰκονομίαν, καὶ οὐδὲν ἀνακύπτει ἄτοπον· ἄλλος γὰρ ὁ λόγος τῆς θείας οὐσίας καὶ ἄλλος ὁ τρόπος τῆς θείας οἰκονομίας· ὑπὲρ ἡμᾶς γὰρ ὁ λόγος τῆς θείας οὐσίας, καθ' ἡμᾶς δὲ ὁ τῆς οἰκονομίας, καθ' ὃν ἡμῖν προσέρχεται ὁ θεός· ἄλλως γὰρ ἀδύνατον δέξασθαι ἡμᾶς γνῶσιν θεοῦ, μὴ τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ εἰς γνῶσιν ἡμᾶς χειραγωγοῦντος τὴν αὑτοῦ. διό, ὥσπερ κυριολογοῦμεν τὸν περίπατον, οὕτω καὶ τὸ ἀπέστειλε. θεοῦ γὰρ ἀμφότερα καὶ καθ' ἡμᾶς ἀμφότερα καὶ δι' ἡμᾶς ἀμφότερα καὶ ἐξ οἰκονομίας ἀμφότερα. "καὶ ἤκουσε" φησὶν ὁ Ἀδὰμ "φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ". ὡσαύτως καὶ τὸ "ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ". ΡΜΒ.ʹ Ἐρώτησις. Εἰ τὰ Σεραφὶμ καλύπτει τὰ πρόσωπα, ἀτενίσαι εἰς θεοῦ δόξαν μὴ δυνάμενα, πῶς πάλιν ἑτέρως οὐκ ἠτένιζεν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
