# Quaestiones et responsiones ad orthodoxos [Dub.] 133

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/133

κνυται, τὸ ὅλως αὐτοὺς ἐκπεσεῖν μὲν ἁπάντων τῶν πάλαι παρ' αὐτοῖς σεμνῶν τε καὶ τιμίων, εἶναι δὲ ἐν τῇ δουλείᾳ τῶν ἐθνῶν. τὸ δὲ δεσποτικῶς ἐν τῷ παρόντι βίῳ ἄρχειν τῶν γηίνων πραγμάτων οὐκ ἔστι κληρονομία τῶν ἀληθινῶν χριστιανῶν, εἴ γε κατὰ τὸν ἀπόστολον Παῦλον "εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν". ὁ οὖν τῶν ἀληθινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν. τὸ γὰρ ἐπὶ τοῦ παρόντος δεσποτικῶς ἄρχειν τῶν ὑλικῶν πραγμάτων οὐκ ἔστιν ἀμοιβὴ τῆς τῶν χριστιανῶν πίστεως, ἀλλὰ λειτουργία τις, κατὰ τὴν τοῦ θεοῦ διάταξιν πρὸς τὴν συγκρότησιν τῆς τῶν ἀνθρώπων εὐνόμου πολιτείας ἐγχειριζομένη ἀνθρώποις, ποτὲ μὲν χριστιανοῖς, ποτὲ δὲ αἱρετικοῖς, ποτὲ δὲ Ἕλλησιν· ἐφ' ὅσον γὰρ ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγῶσίν εἰσιν οἱ χριστιανοὶ καὶ τὴν στενὴν καὶ τεθλιμμένην βαδίζοντες ὁδόν, εἰς ὑπουργίαν προκείμενοι παντὶ ἀγγαρεύειν αὐτοὺς βουλομένῳ, ἔξω τοῦ δεσπόζειν εἰσί· λυθέντων δὲ τῶν ἀγώνων καὶ τοῦ καιροῦ τῶν στεφάνων παραγινομένου, τότε οἱ ἄξιοι δεσπόζουσι δεσποτείαν ἀσάλευτον, ὅτε κατὰ τὸ εἰρημένον "οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι" καθεζόμενοι ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ΡΜΔʹ. Ἐρώτησις. Εἰ ὅριον ἔθετο τῇ θαλάττῃ τὴν ψάμμον ἐξ ἀρχῆς ὁ θεός, κατὰ τὸν λέγοντα "μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ", πῶς ὑπερβαίνουσα ἐν διαφόροις τόποις τὸ τοιοῦτον ὅριον ἡ θάλαττα δείκνυται; ἐν γὰρ τῇ διοικήσει ταύτῃ τινῶν μὲν τόπων ἀπέδρα, τινὰς δὲ τόπους τῆς ξηρᾶς ἀπέδειξε θάλατταν. Ἀπόκρισις. "Ὅριον ἔθου", φησὶν ἡ γραφή, "καὶ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν", ἵνα εἴπῃ, ὅτι τῷ θείῳ ὅρῳ κατεχομένη ἡ θάλασσα ἐν τοῖς κατὰ φύσιν οἰκείοις

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
