Ancient Greek
Page 134
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 134
Not analysed yet
τόποις μένει καὶ οὐχ ὑπερβαίνει κατακαλύψαι τὴν γῆν, ὡς τὸ πρῶτον κατεκάλυπτεν, ὅτε ἦν κατὰ πρόσωπον πάσης τῆς γῆς ἐκκεχυμένη καὶ τοὺς κατὰ φύσιν κατέχουσα οἰκείους τόπους. τοῦτο δὲ τὸ ὅριον οὐδέποτε ὤφθη ἡ θάλασσα ὑπερβεβηκυῖα. τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου. "ἔθετο" φησίν "ποταμοὺς εἰς ἔρημον". καὶ πάλιν "ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων". οὐ πρὸς τὴν μερικὴν οὖν μετάστασιν τῶν ὑδάτων ὁ λόγος ἐκφέρεται ὁ λέγων "ὅριον ἔθου καὶ οὐ παρελεύσεται", ἀλλὰ πρὸς τὴν καθόλου μετάστασιν τῶν ὑδάτων ἐκ τῶν κατὰ φύσιν ἀνοικείων τόπων εἰς τοὺς κατὰ φύσιν οἰκείους τόπους. ΡΜΕʹ. Ἐρώτησις. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν καὶ πρόγνωσιν τοῦ θέλοντος δείκνυσι, δῆλον ὅτι τὸ μὴ γινόμενον θέλημα ἀσθένειαν καὶ ἄγνοιαν τοῦ θέλοντος τὰ μὴ γινόμενα συνίστησι. πῶς οὖν ὁ θεὸς παντοδύναμος ὢν θέλει πάντας σωθῆναι καὶ οὐ σῴζονται, καὶ τὸν τοῦ ἁμαρτωλοῦ οὐ βούλεται θάνατον, καὶ ἐπάγει "καὶ τῆς Ἱερουσαλὴμ τὰ τέκνα πολλάκις ἐπισυνάξαι ἠθέλησε, καὶ μὴ θελήσαντα οὐκ ἐπεσυνήχθησαν"; Ἀπόκρισις. Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προτρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία. ἐὰν δὲ τὸ θέλημα τῶν ἀνθρώπων μὴ ᾖ ἑπόμενον τῷ θελήματι τοῦ θεοῦ, οὐκ ἐξ ἀσθενείας τοῦ θεοῦ οὐ γίνεται τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἐκ τῆς τῶν