# Quaestiones et responsiones ad orthodoxos [Dub.] 135

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 135. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/135

ἀνθρώπων τῶν μὴ θελησάντων ἃ ἠθέλησεν ὁ θεός. ἐν οἷς δὲ τὸ θέλημα τοῦ θεοῦ τῆς τῶν λογικῶν θελήσεως κεχώρισται, ἐν πᾶσι τούτοις ἐξ ἀνάγκης γίνεται τὸ θέλημα τοῦ θεοῦ ἀνεμπόδιστον. ΡΜϛʹ. Ἐρώτησις. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ συναφείᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν καὶ ἐπὶ ἀφθαρσίαν τοὺς ἀνθρώπους προτρέπων γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο, τοῦ ὑποδείγματος τῇ οὐσίᾳ καὶ τοῦ σκοποῦ τοῦ θεοῦ ἐναντίου τυγχάνοντος; Ἀπόκρισις. Οὐ πάντα ὅσα πρόσεστι τῇ φύσει τοῦ ὑποδείγματος, ταῦτα ἀνάγκη προσεῖναι καὶ τῇ φύσει τοῦ ὑποδεικνυμένου, * ἀλλ' ὄν τι ἁπλοῦν, καθὸ σῴζεται τοῦ ὑποδείγματος πρὸς τὸ ὑποδεικνύμενον ἡ ἀναλογία τῆς ὁμοιώσεως· ὥσπερ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία λέγεται τῷ κόκκῳ τῆς σινάπεως, καθὸ ἐκ τοῦ βραχυτάτου μεγέθους εἰς ἄμετρον μέγεθος τὴν αὔξησιν ἐδέξατο, οὐκέτι καὶ καθότι φθαρτός ἐστιν ὁ κόκκος τῆς σινάπεως σῴζει πρὸς αὐτὸν ἡ βασιλεία τῶν οὐρανῶν τῆς ὁμοιώσεως τὴν ἀναλογίαν, οὕτως πρὸς δήλωσιν μόνης τῆς ὄντως ἀγάπης, ἣν ἔχει ὁ μὲν θεὸς πρὸς τὴν ἐκκλησίαν, ἡ δὲ ἐκκλησία πρὸς τὸν θεόν, τὸ κατὰ τὴν γαμικὴν συνάφειαν ὑπόδειγμα παρείληπται τῇ θείᾳ γραφῇ. "ὡς εὐφραίνεται", φησὶν Ἡσαΐας, "νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί". ΡΜΖʹ. Ἐρώτησις. Εἰ ἄνωθεν καὶ πρὸ αἰώνων τὰ περὶ ἡμᾶς καὶ καθ' ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, ἐν καιρῷ ἀβροχίας ἢ πολυομβρίας ἢ ἑτέρου οἱοσδηποτοῦν συναντήματος πῶς οὐ μάτην βουλευόμεθα ἢ εὐχόμεθα, ἅπαξ τοῦ θείου ὅρου περὶ πάντων * κατέχοντος; πῶς δὲ διὰ τῆς τοιαύτης εὐχῆς πλέον ἁμαρτάνοντες οὐ δεικνύμεθα, τοῦ οἰκείου ὅρου τὸν θεὸν κατόπιν ἐλθεῖν βιαζό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
