Ancient Greek
Page 136
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 136
Not analysed yet
μενοι, ὅπερ γενέσθαι οὐκ ἐνδέχεται; εἰ γὰρ ταῦτα ἔχει, ὡς εἴρηται, πῶς ὑπὸ πάντων μὲν τῶν εὐσεβῶν εὐχὴ τῷ θεῷ προσκεκόμισται, ὑπὸ δέ τινων πολλὰ δι' εὐχῆς ἐπὶ συμφέροντι γεγόνασι θαύματα; Ἀπόκρισις. Ἀναλόγως τῇ ἡμετέρᾳ καταστάσει ὥρισται παρὰ θεῷ τιμὴ μὲν ἐπὶ τῇ ὑπακοῇ, τιμωρία δὲ ἐπὶ τῇ παρακοῇ. καὶ ἐπειδή ἐσμεν αὐθαίρετοί τε καὶ τρεπτοί, διὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ δεσπότης θεὸς τὴν ἐκ τῆς μετανοίας βοήθειαν, δι' ἧς ἔνεστιν αὐθαιρέτως ἐκκλίνειν ἡμᾶς τῆς τε παρακοῆς καὶ τῆς ἐν αὐτῇ ὡρισμένης τιμωρίας· ὥρισται γὰρ καὶ τοῦτο. μετανοεῖν δὲ καὶ τῶν ἐπταισμένων λαβεῖν τὴν συγχώρησιν εὐχῆς καὶ βουλήσεως ἐκτὸς ἀδύνατον. πρὸς ἔνδειξιν δὲ τοῦ μὴ ἀλόγῳ φορᾷ αὐτομάτως γίνεσθαι τὰ γινόμενα, ἀλλὰ θείᾳ προνοίᾳ διοικεῖσθαι τὰ καθ' ἡμᾶς, ἐνεργοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων, οὐχ ἵνα τὸν θεῖον ἀνατρέψωσιν ὅρον—ἀδύνατον γάρ—, ἀλλ' ἵνα τοῦ κρείττονος ὁρισμοῦ τύχωσιν, ὅπερ ἐστὶ τιμὴ τῶν ἁγίων, τῶν ἐπὶ τῇ ὑπακοῇ τοῦ θεοῦ ἠκουσμένων ὑπὸ τοῦ θεοῦ· ἐπίπονος γὰρ ἡ κτῆσις τῶν καλῶν, τῶν ἀναγκαίων μὲν διὰ τὴν φύσιν, ἐκδεχομένων δὲ διὰ τὴν κτῆσιν· καὶ χρῄζουσιν οἱ κτώμενοι τῆς θείας διὰ προσευχῆς βοηθείας πρὸς τὸ δύνασθαι πονεῖν. ΡΜΗʹ. Ἐρώτησις. Εἰ ἡ τοῦ σαββάτου ἀργία κατά τινα τύπον τοῖς Ἰουδαίοις παραδέδοται τῆς τοῦ θεοῦ καταπαύσεως, ἤτοι ἐν τῇ κοσμοποιίᾳ, ἤτοι καὶ ἐν τῇ συντελείᾳ, κατέπαυσε δὲ ἢ καταπαύσει κατὰ τὸν τύπον ὁ δεσπότης τοῦ βουλήσει ἢ προνοίᾳ ἐργάζεσθαι, πῶς οὐ χρονικὴν αὐτοῦ τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν ὁ λόγος ὁ τοιοῦτος παρίστησι; παυσαμένης γὰρ αὐτοῦ τῆς ἐνεργείας, δῆλον ὅτι καὶ ἡ ἐνέργεια πέπαυται. οἷον, τὸ πῦρ τοῦ καίειν καὶ φλογίζειν παυσάμενον, καὶ τοῦ εἶναι παύεται. Ἀπόκρισις. Ὁ μὲν δεσπότης θεὸς ἐν ταῖς ἓξ ἡμέραις πᾶσαν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τῇ