# Quaestiones et responsiones ad orthodoxos [Dub.] 137

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/137

ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε τοῦ κατὰ τὰς οἰκείας ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν ἔτι τινά. "καὶ κατέπαυσε" φησί "κύριος ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν". ἐνετείλατο δὲ τοῖς Ἰουδαίοις ἓξ ἡμέρας ἐργάζεσθαι καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ σαββατίζειν, ἵνα, ἐργαζομένων τε αὐτῶν καὶ παυομένων τῆς ἐργασίας, τυπικῶς φυλαχθῇ ἐν αὐτοῖς ἡ μνήμη τῆς τε ἐργασίας καὶ τῆς καταπαύσεως τοῦ θεοῦ. καὶ τὴν μὲν δύναμιν, καθ' ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει· ἐνεργεῖ δὲ κατὰ ταύτην τὴν ἀίδιον δύναμιν, ὅτε βούλεται, τῆς δυνάμεως ἐν τῇ ἰδίᾳ ἰσχύι μενούσης ἀιδίως καὶ πρὸ τῆς ἐνεργείας καὶ μετὰ τὴν ἐνέργειαν, πάσης τῆς ἐν χρόνῳ ἀποβολῆς τε καὶ προσλήψεως ἀπηλλαγμένης. διὸ δύναται ποιεῖν ἀεὶ πάντα ὅσα βούλεται ποιεῖν. οὐκ ἔτι δὲ βούλεται ποιεῖν πάντα ὅσα δύναται ποιεῖν· καὶ γὰρ πλείονας ἡλίους ἠδύνατο καὶ δύναται ποιεῖν, ἀλλ' ὅμως ἕνα μόνον ἥλιον ἐποίησεν, ὅτι ἕνα μόνον ἐβούλετο ποιεῖν. ἐπειδὴ οὖν βουλήσει καὶ οὐ τῷ εἶναι ποιεῖ ὁ θεός, διὰ τοῦτο οὐ παύεται τοῦ εἶναι [θεός], παυσαμένης τῆς ἐνεργείας αὐτοῦ· ὧν γὰρ τῇ καταπαύσει τῆς ἐνεργείας συμπαύεται καὶ τὸ εἶναι, τούτοις ἐνεργεῖν τὸ εἶναι καὶ οὐ τὸ βούλεσθαι πρόσεστιν· οἷον, τὸ πῦρ ἅμα ὑπάρχειν καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν καὶ τὸ μὴ ὑπάρχειν καὶ τὸ ἐνεργεῖν οὐχ ὑπάρχει. διὸ καὶ ἡ κατάφασις οὐσίας τε καὶ ἐνεργείας αὐτοῦ ἀντιστρέφει· ὡσαύτως δὲ καὶ ἡ ἀπόφασις αὐτῷ· οἷόν ἐστι τὸ πῦρ· ἐνεργεῖ τὸ πῦρ; ἔστι τὸ πῦρ. οὐκ ἐνεργεῖ τὸ πῦρ; οὐκ ἔστι τὸ πῦρ. ΡΜΘʹ. Ἐρώτησις. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖστα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀλη-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
