# Quaestiones et responsiones ad orthodoxos [Dub.] 138

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/138

θεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν; εἰ δὲ ἀληθεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μανιχαίους οὐ δείκνυνται; εἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ' ἀγαθῷ γίνεται, καθὼς τοῦτο παρ' ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλόγων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζήτησιν, πρὸς τὴν φύσιν αὐτῶν ὀφείλει ἀποβλέπειν, τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα, ὥσπερ εἰς γένεσιν, οὕτως καὶ εἰς φθοράν τε καὶ ἀπώλειαν. εἰ δὲ κατὰ ταῦτα μὲν ζῴου πρὸς ζῷον οὐκ ἔστι διαφορά, τῶν δὲ διαφορῶν εἷς καὶ αὐτός ἐστι δημιουργός, δῆλον ἄρα ὅτι πάντων τῶν ζῴων λογικῶν τε καὶ ἀλόγων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός· ἣν δὲ ἐκ τῆς ὑπ' ἀλλήλων ἐπιβουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρόνοιαν συγκεχώρηται συμβαίνειν αὐτοῖς· εἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεοποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς ἐκτὸς μεμενήκασιν; ἵν' οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ὅπερ εἰσί, τουτέστιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπομένουσιν ἃ ὑπομένουσιν. γέγονε δὲ τὰ ἄλογα ζῷα εἰς ὑπουργίαν ἀνθρώπου, τὰ μὲν εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ "ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς". ἀλλ' εἰ ἀγαθόν ἐστι τὸ τρέφεσθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζῴων καὶ ὑπουργεῖσθαι ὑπ' αὐτῶν καὶ παιδεύεσθαι δι' αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
