# Quaestiones et responsiones ad orthodoxos [Dub.] 14

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/14

ρμϛʹ. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ ὁμιλίᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο; ρμζʹ. Εἰ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ περὶ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, πῶς οὐ μάτην ἐν καιρῷ ἀνομβρίας εὐχόμεθα, τοῦ θείου ὅρου ἅπαντα περιέχοντος; ρμηʹ. Εἰ ἡ τοῦ σαββάτου ἀργία τῆς τοῦ θεοῦ καταπαύσεως παραδέδοται, πῶς οὐ χρονικὴν τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν δείκνυσι; ρμθʹ. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ πολλὰ τὰ ἐν τῇ κτίσει οὐ μόνον πρὸς ἄλληλα ἀπόλλυσιν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἀνθρώπους, πῶς πάντα καλά εἰσιν; ρνʹ. Εἰ τὴν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ὁ ἐχθρὸς κατεργάζεται μηχανώμενος, ταῖς μελλούσαις ὑποβάλλειν κολάσεσι βουλόμενος, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ ἄλογα ἀεὶ τὰ φαῦλα μετέρχονται; ρναʹ. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως ἔπεμψε, πῶς ἐν τῇ θείᾳ γραφῇ νόμος καὶ νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; ρνβʹ. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ αὐτὸν ἡ γραφὴ προσηγόρευσε, πῶς οὐδαμοῦ Ἐμμανουὴλ ἐκλήθη; ρνγʹ. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ἀπηγόρευται, πῶς ὁ Χριστὸς τοὺς ἑαυτοῦ γονέας ἀθετήσας ἀναμάρτητος δείκνυται; ρνδʹ. Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, πῶς ἡμεῖς πρὸ τοῦ βαπτίσματος ἐλαίῳ χριόμεθα, ὕστερον δὲ τῷ μύρῳ σφραγιζόμεθα; ρνεʹ. Εἰ δίκαιος ὁ τὸν ἡμαρτηκότα τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ διὰ τὸν Ἰωνάθαν καὶ τὸν Δαυὶδ τοιοῦτον λαὸν θανατώσας; ρνϛʹ. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνομάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
