# Quaestiones et responsiones ad orthodoxos [Dub.] 141

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/141

ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν· ἅπερ ἅπαντα ἐφ' ὕβρει τῆς μητρὸς παρ' αὐτοῦ νομίζονται λέγεσθαι, διότι τῆς μητρὸς ὀνομασθείσης καὶ μακαρισθείσης κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ' αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπὶ ἐναντίων πραγμάτων λαμβάνεται. ἄλλως τε, εἰ τὴν ἁγίαν παρθένον ὁ θεὸς εἰς τοσαύτην οἰκονομίας ὑπουργίαν ἐκλέλεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρθένος νενόμισται; εἰ δὲ τὰ ῥηθέντα ἐναντίως ἔχει πρὸς ἄλληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ' ἀλλήλων οὐ λαμβάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ "τί ἐμοὶ καὶ σὺ γύναι" οὐ πρὸς ἐπίπληξιν εἴρηται τῇ Μαρίᾳ παρὰ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀναλισκομένου οἴνου τὴν φροντίδα. ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ὃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα· ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐ χωρίζει τὴν μητέρα τῆς πρεπούσης. τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαριστή ἐστιν ἡ παρθένος· εἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων οὗτος ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μητρότητα βούλεται μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ. τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι τῆς καθαρᾶς ψυχῆς, ὅλης πρὸς τὸν θεὸν ἀποβλεπούσης. καὶ ἐπειδὴ οὐ τὴν τυχοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι' ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γενέσθαι. ὅτι δὲ πρὸς τὴν ἀτιμίαν ἢ ἀπείθειαν τῶν γονέων οὐδαμῶς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
