# Quaestiones et responsiones ad orthodoxos [Dub.] 144

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/144

κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς "ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν", ὃ δὲ φάσκων "εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; Ἀπόκρισις. Διχῶς ἡ ἄγνοια νοεῖται· ἢ γὰρ μὴ βουλόμενός τις ἀγνοεῖ, ὅταν πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχει, ἢ βουλόμενος ἀγνοεῖ, ὅταν πράγματα μὲν ἔχῃ ὁδηγοῦντα εἰς γνῶσιν, μὴ βουλόμενος δὲ γνῶναι. ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν ποτὲ δὲ γνῶσιν ὀνομάζειν· ἄγνοιαν μέν, ὡς ὅταν λέγῃ "οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου"· γνῶσιν δέ, ὡς ὅταν λέγῃ "καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε", ἀντὶ τοῦ "δύνασθε ἀφ' ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλήθειαν"· ψευδόμενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. τὸ δὲ ὑπὸ τῶν γεωργῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο αὐτὸν ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει καὶ τῇ κλήσει τοῦ υἱοῦ κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωήν, καὶ τίθησιν αὐτὸν κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς εἶχε τούτου τὴν ἔμφασιν. κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ σωτήρ· "πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν". ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος· "εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν". ΡΝΖʹ. Ἐρώτησις. Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
