# Quaestiones et responsiones ad orthodoxos [Dub.] 145

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/145

καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ "κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"; Ἀπόκρισις. Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον· ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκ ἔτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν· ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν γίνεται καθαρὸς καὶ ἄμεμπτος "κατὰ τὴν ἐκ νόμου δικαιοσύνην"· ὁ δὲ Χριστός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νόμον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι τῷ Χριστῷ οὔπω ἦν δεξάμενος, ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλησίαν. διὰ τοῦτο οὖν ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος εἶναι. ΡΝΗʹ. Ἐρώτησις. Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόττει καὶ τοὺς ἀγγέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις, ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆσιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ· ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί· ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ ἡ τάξις καὶ ἡ προσηγορία. πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνεκεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν· ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγγέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωσεῖ περὶ αὑτοῦ· "μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ' αὐτόν". ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· "δικαίαν κρίσιν κρίνατε, ὅτι κρίσις τοῦ θεοῦ ἐστιν". καὶ πάλιν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
