# Quaestiones et responsiones ad orthodoxos [Dub.] 146

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/146

"ἐγὼ εἶπον θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες" πρὸς τοὺς αὐτοὺς ἔλεγεν, ἀντὶ τοῦ "δέδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν. ὡς οὖν ἐμοῦ κρίνοντος, οὕτως κρίνατε τὸν λαόν". ΡΝΘʹ. Ἐρώτησις. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις. Αὕτη ἡ ἐρώτησις οὔτε χριστιανῷ ἁρμόζει, οὔτε Ἕλληνι· καθ' ἑκάτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενήνεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις κατὰ τὴν ἑκάστου δόξαν. οὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλ' ἐκ τῶν ἀμφιβόλων. ΡΞʹ. Ἐρώτησις. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν βρῶσιν τῆς τῶν ζῴων σαρκὸς ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ σὺν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, "πλὴν κρέας" λέγων "ἐν αἵματι μὴ φάγεσθε"; Ἀπόκρισις. Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσι. ΡΞΑʹ. Ἐρώτησις. "Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιγῆσαι" φησὶν ὁ Σολομών· ἐγὼ δέ, ὁρῶν ἐμαυτὸν ἔξω καὶ τοῦ καιροῦ καὶ τῶν λόγων φερόμενον, ὅμως ἓν ἔτι τοῖς ζητήμασι προσενείρας τοῦ ἐπερωτᾶν καταπαύσω. τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
