# Quaestiones et responsiones ad orthodoxos [Dub.] 149

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/149

τοῦ θεοῦ, ἀπόλλυται, φανερὸν καθέστηκεν ἐκ τῶν περὶ Ἀσσυρίων εἰρημένων. ἔτι δέ, εἰ τὰ παρὰ τῶν Ἑλλήνων παρὰ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέχεται τὰ δι' αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα αὐτὸν γεγονέναι καὶ ἀμφοτέρων ἔχειν τὰς πλάσεις, καὶ πολλὰς μάχας τῶν ἐθνῶν διαλύσαντα*. καὶ διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. ἀλλ' εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυθευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ' αὐτοῦ μαντευόμενα; ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνωφελεῖς αἱ μαντεῖαι τοῖς χρωμένοις αὐταῖς, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ' αὐτῶν ἐπικλωθόμενα; ἀλλ' ἐπεὶ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι ὑπ' ἀλλήλων ἀναιρούμεναι; πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σῴζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματίσαντος ὑπαρχούσης, ἀλλ' ἐκ τῆς τοῦ δεσπότου τοῦ κόσμου συγχωρήσεως; οὐκοῦν ἔχεις τῶν ζητημάτων τὰς λύσεις, κατὰ μὲν τὸ τῆς διανοίας ἡμῶν ἐφικτὸν ἀνελλιπεῖς, σκιὰν δὲ ὥσπερ καὶ εἰκόνα τυγχανούσας τῆς ἀληθείας· εἰ γὰρ ὁ μηδὲν ἑαυτῷ συνειδώς, ὁ τῶν ἀρρήτων μυστηρίων θεατής, Παῦλος ὁ ἀπόστολος, ἐκ μέρους γινώσκει καὶ ἐκ μέρους προφητεύει, τί θαυμαστὸν εἰ ἡμᾶς τοὺς πολὺ τῆς ἐκείνου ἀρετῆς τε καὶ πολιτείας ἀποδέοντας

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
