# Quaestiones et responsiones ad orthodoxos [Dub.] 17

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/17

ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐπερωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων. Αʹ. Ἐρώτησις. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ μὴ γεννᾶν· πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννηθέντος, καὶ τοῦ υἱοῦ μὲν γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεννηθέντος, καὶ τοῦ πνεύματος μὴ γεννήσαντος μηδὲ γεννηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοσαύτην τοῦ γεννᾶσθαι ἢ τοῦ μὴ γεννᾶσθαι καὶ τοῦ γεννᾶν ἣ μὴ γεννᾶν τὴν ἐναντίωσιν κεκτημένου; Ἀπόκρισις. Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν θείων τριῶν ὑποστάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσία, ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις· ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρόπων οὐ διαιρεῖ τὸ ἓν τῆς οὐσίας. καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς ἐστι μὲν ὁ τῆς οὐσίας λόγος (ψυχὴ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
